1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

49

φησιν ἢ διὰ τὸ ἀπόκρυφον καὶ ἀόρατον ἢ ὡς ἀναδοτικὴν τῶν ἐκ τοῦ λόγου τροφῶν. φησὶν οὖν ὅτι· ἡ ψυχή μου συγκαίεται καὶ ἀπαύστως δακρύω, ὥστε καὶ ἡ ὀπτικὴ τῶν ὀφθαλμῶν μου κατεβλάβη δύναμις. ἄλλα δὲ ἀντίγραφα σκιὰν θανάτου ἔχουσιν, ἵνα εἴπῃ ὅτι· καὶ πρὸ τῶν ὀφθαλμῶν ἔχω τὸν θάνατον. ἀλλὰ καὶ τοῦτο, φησίν, ἀνιᾷ με μᾶλλον τὸ τὴν μὲν εὐχὴν ἀεὶ καθαρὰν ἀναφέρειν θεῷ, ἄδικον δὲ πρᾶξιν ἐμαυτῷ μὴ συνειδέναι καὶ ξενίζεσθαι ἐφ' οἷς ταῦτα ὑπομένω. σημειοῦ δὲ τὴν εὐχὴν τοῦ δικαίου καθαρὰν οὖσαν καὶ παντὸς πάθους ἀμιγῆ, μὴ ῥεμβασμοὺς ὑπομένουσαν μηδὲ ὑπὸ φροντίδων κατασπωμένην. τοῦτο καὶ ὁ πνεύματι προσευχόμενος ἀπόστολος ἔλεγεν, ὅτι δεῖ προσεύχεσθαι ἐν παντὶ τόπῳ ὀσίους χεῖρας ἐπαίροντας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. 150 16, 18 γῆ, μὴ ἐπικαλύψῃς ἐφ' αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου. ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται καὶ εἰς συμπάθειαν ἐκκαλουμένου τὰ ῥήματα. λέγει δὲ ὅτι· μὴ σιωπήσῃς, ὦ γῆ, τὰ κατ' ἐμὲ μηδὲ συγκρύψῃς τὸ ἐμὸν αἷμα τὸ ἀδίκως ἐκχεόμενον ἐκ τῆς σαρκός μου· μηδὲ στῇ ἐν τόπῳ καὶ ἀποκρυβῇ καὶ εἰς λήθην ἔλθῃ τὰ κατὰ τοὺς ἐμοὺς ὀδυρμούς. ταῦτα καὶ εὐκτικῶς καὶ προφητικῶς εἶπες· οὐ γὰρ κατεκρύβη τὰ κατὰ σέ, τρισμακάριστε, ἀλλὰ πάντες ἀνὰ στόμα ἔχομεν ἄνθρωποι τὰ σὰ παλαίσματα καὶ τὴν ἀνδρείαν καὶ τὴν ὑπομονὴν καὶ τὰ ἐπὶ τούτοις βραβεῖα καὶ τοὺς στεφάνους καὶ τὴν ἀναγόρευσιν. 16, 19 καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. εὖγε, ψυχῆς καθαρᾶς καὶ ἀγάπης ἀνυπερβλήτου καὶ συνειδήσεως ἀληθινῆς τὸν πάντα ἐφορῶντα ὀφθαλμὸν τοῦ θεοῦ πρὸς μαρτύριον ἐπικαλουμένης. 16, ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον· ἔναντι δὲ αὐτοῦ στάξαι μου ὁ ὀφθαλμός. ἀλλὰ καὶ τοῦτό σοι πρὸς ἔργον ἐξέβη· ἐθεώρει γάρ σου τὰ παλαίσματα ὁ μέγας ἀγωνοθέτης, ἐπήκουσέ σου τῆς ἱκεσίας, ἐπεῖδέ σου τὰ τιμιώτατα δάκρυα· διὸ καὶ τῶν ἀγώνων τὴν αἰτίαν ἐπληροφόρησεν. 16, 21 εἴη δὲ ἔλεγχος ἀνδρὶ ἐναντίον κυρίου καὶ υἱῷ ἀνθρώπου τῷ 151 πλησίον αὐτοῦ. ὃ μὲν λέγει τοῦτό ἐστιν ὅτι· γένοιτό με θεοῦ δικάζοντος διελεγχθῆναι πρὸς τοὺς ἀντιλέγοντας, οὓς δὴ καὶ πλησίον αὐτοῦ φησιν ὡς φίλους. ἄνδρα δὲ καὶ υἱὸν ἀνθρώπου τὸν αὐτὸν ἔφησε περὶ ἑαυτοῦ λέγων. καὶ τοῦτο δὲ προφητικῶς εἶπε· διακούσας γὰρ ὁ θεὸς τῶν ἑκατέροις τοῖς μέρεσιν εἰρημένων, αὐτὸν μὲν ἐδικαίωσε, τοὺς δὲ αὐτοῦ κατεδίκασε φίλους. 16, 22 ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ ᾗ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι. πάλιν τὸ ὀλιγοχρόνιον εἰς ἱκετηρίαν προβάλλεται ὁμοῦ καὶ διδάσκει, ὡς οἱ ἅπαξ τελευτήσαντες παλινδρομῆσαι πρὸς τόνδε τὸν βίον οὐ δύνανται. 17, 12 ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω, λίσσομαι κάμνων, καὶ τί ποιήσω; ἀπόλλυμαι τοίνυν πανταχοῦ τοῖς τῆς ψυχῆς λογισμοῖς περιφερόμενος, καὶ πρὸς πάντα ἀφορῶν τὰ ἐμοὶ συμβεβηκότα. διὸ καὶ ποθῶ τὸν θάνατον καὶ ἀπορίᾳ συνέχομαι τούτου τυχεῖν μὴ δυνάμενος. ὁρᾷς οὖν, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ὡς ποθεῖ μὲν τὸν θάνατον καὶ ἐξὸν ἦν αὐτόχειρα αὐτὸν ἑαυτοῦ καταστῆναι, ἀλλ' οὐχ ἑαυτὸν ἐξάγει διὰ τὴν τιμὴν τοῦ συνδήσαντος τὴν ψυχὴν τῷ σώματι; 17, 3 ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. 152 ἀλλοτρίους λέγει τοὺς ἱππεῖς καὶ πολεμίους ἢ καὶ τοὺς κατ' αὐτοῦ στρατευσαμένους δαίμονας. 17, 34 τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω, ὅτι καρδίαν αὐτῶν ἔκρυψαν ἀπὸ φρονήσεως. πρὸς μὲν ῥητὸν τοῦτο λέγει ὅτι· τίς ἐστιν ὁ θέλων μοι δικάσασθαι; συνδεθήτω τῇ ἐμῇ χειρί, ἵνα κοινῶς ἐπαχθῶμεν πρὸς τὸ θεῖον δικαστήριον· ἐπὶ γὰρ θεοῦ δικαιωθῆναι βούλομαι. ὡς δὲ πρὸς τοὺς φίλους λέγει, ὅτι δοκοῦντες εἶναι φρόνιμοι κρύπτουσι τὴν ἑαυτῶν βουλήν, συνειδότες μὲν ὡς οὐδέν μου καταλέγειν ἔχουσιν, ὡς δὲ θεοῦ συνήγοροι καταψευδόμενοί μου. πρὸς δὲ διάνοιαν συναισθάνεται τῆς ἀντικειμένης δυνάμεως ἀοράτως αὐτῷ πολεμούσης καί φησιν ὅτι· τίς ἐστιν οὗτος ὁ παρατρέπειν με ἐπιχειρῶν; μὴ μακρὰν ἀποχωρείτω μου, ἀντὶ τοῦ· δεικνύτω ἑαυτόν, τίς ἐστιν. συνδεθήτω δὲ τῇ ἐμῇ χειρί, τουτέστιν· ἐξισωθήτω μοι, ἵνα εἴπῃ ὅτι· πλεονεκτεῖ με κατὰ τὴν φύσιν, ἀλλὰ τυχών τινος διὰ