τοῦτο ταλανιζόμενοι. εἰ καὶ ἀπέθανεν οὖν Ἀβραάμ, ἀλλ' ἔζησεν καὶ οὐκέτι τὸν θάνατον ἐθεώρει 20.42.395 ἀφ' οὗ ἰδὼν τὴν Ἰησοῦ ἡμέραν ἠγαλλιάσατο καὶ ἐχάρη. οἶμαι δὲ καὶ διὰ τοῦτο πρὸς τὸ «Ἀβραὰμ ἀπέθανεν» εἰρῆσθαι ὑπὸ τοῦ σω τῆρος, διδάσκοντος ὅτι Ἀβραὰμ ἔζη, τὸ «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν «ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ ἴδεν καὶ ἐχάρη». 20.42.396 εἰ <δὲ> μὴ βούλεταί τις οὕτως ἔχειν τὰ περὶ τοῦ Ἀβραάμ, λεγέτω ἡμῖν, πότερόν ποτε ὁ ἰδὼν τὴν τοῦ σωτῆρος ἡμῶν ἡμέραν καὶ ἐπὶ τούτῳ ἀγαλλιασάμενος καὶ χαρεὶς ἔτι θεωρεῖ τὸν θάνατον, ἢ ἰδὼν τὴν ἡμέραν τοῦ σωτῆρος καὶ ἀγαλλιασάμενος καὶ χαρείς, ἀξιωθεὶς τοιαύ 20.42.397 της ὄψεως ὡς ἄξιος αὐτῆς, ὕστερον ἐστέρηται οὗ ἐθεώρησεν. εἰ γὰρ ἑκάτερον τούτων ἄτοπόν ἐστιν, ἰδὼν τὴν ἡμέραν Ἰησοῦ Ἀβραὰμ ἅμα τῷ ἰδεῖν ἤκουσεν καὶ τὸν λόγον αὐτοῦ καὶ ἐτήρησεν καὶ οὐκέτι θάνατον θεωρεῖ· καὶ οὐχ ὑγιῶς ἔλεγον, ὡσπερεὶ ἔτι ἐν θανάτῳ 20.42.398 τυγχάνοντος αὐτοῦ, οἱ Ἰουδαῖοι τὸ «Ἀβραὰμ ἀπέθανεν». τὸ δ' ὅμοιον ἐρεῖς καὶ περὶ τῶν προφητῶν. εἰ γὰρ ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, καὶ ἔστιν ὥσπερ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ οὕτως καὶ τῶν λοιπῶν προφητῶν θεός, ζῶσιν καὶ οἱ προ φῆται. καὶ γὰρ ἐτήρησαν τὸν λόγον τοῦ υἱοῦ τοῦ θεοῦ, ὅτε λόγος κυρίου ἐγένετο πρὸς Ὠσηέ, ἢ λόγος ἐγένετο πρὸς Ἱερεμίαν, ἢ λόγος ἐγένετο [τὸ] πρὸς Ἡσαΐαν· οὐ γὰρ ἄλλος λόγος θεοῦ ἐγένετο πρός τινα 20.42.399 τούτων, ἀλλ' ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν υἱὸς αὐτοῦ θεὸς λόγος. καὶ τοῦτον, εἰ καί τις ἄλλος, καὶ οἱ προφῆται τετηρήκασιν καὶ ἐξ οὗ 20.42.400 εἰλήφασιν τὸν λόγον θάνατον οὐκέτι ἐθεώρησαν. ὁμοίως τοίνυν ψεῦδος τῷ· «Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις» τὸ «Ἀβραὰμ ἀπέ «θανεν καὶ οἱ προφῆται» εἰρημένον ὑπὸ τῶν Ἰουδαίων· οὔτε γὰρ ἔγνωσαν δαιμόνιον ἔχειν τὸν ἐπιτάσσοντα δαιμονίοις (οὐδεὶς γὰρ γινώσκει τὸ μὴ ὑπάρχον), οὔτε Ἀβραὰμ καὶ οἱ προφῆται ἐν θανάτῳ ἔτι ἦσαν, ὅτε ἔλεγον οἱ Ἰουδαῖοι τὸ «Ἀβραὰμ ἀπέθανεν καὶ οἱ «προφῆται». 20.43.401 Μετὰ ταῦτα ζητοῦμεν τί δήποτε, τοῦ σωτῆρος εἰρηκότος περὶ παντὸς τοῦ τηροῦντος αὐτοῦ τὸν λόγον ὅτι «Θάνατον οὐ θεω ρήσει εἰς τὸν αἰῶνα», οἱ Ἰουδαῖοι μετὰ τὰ προεξετασθέντα, δέον αὐ τοὺς καταλλήλως τῷ «Θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα» εἰρηκέναι· «Καὶ σὺ λέγεις· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον «οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα»· οἱ δὲ οὐ τοῦτο, ἀλλὰ τὸ μὴ εἰρη μένον ὑπὸ τοῦ σωτῆρός φασιν· οὐ γὰρ εἶπεν· "7ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θανάτου οὐ μὴ γεύσηται εἰς τὸν αἰῶνα"7, ὅπερ οὗτοι 20.43.402 προφέρονται ὡς ὑπὸ τοῦ κυρίου ἡμῶν εἰρημένον. καὶ ὅρα εἰ μὴ τῷ εἶναι διαφορὰν τοῦ μὴ θεωρεῖν θάνατον καὶ τοῦ μὴ γεύεσθαι θανάτου ὑπὸ τῶν λοιπῶν ἅμα εὐαγγελιστῶν εἴρηται περὶ τοῦ μὴ γεύεσθαι θανάτου τοὺς ἐγγὺς τοῦ Ἰησοῦ ἑστῶτας, ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοῦ, τοῦ μὲν Ματθαίου· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, εἰσίν τινες τῶν ὧδε ἑστώτων «οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀν 20.43.403 «θρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοῦ»· τοῦ δὲ Μάρκου· «Ἀμήν, «ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ἑστηκότων ὧδε οἵτινες οὐ μὴ «γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυ 20.43.404 «θυῖαν ἐν δυνάμει»· τοῦ δὲ Λουκᾶ· «Ἀληθῶς εἰσίν τινες τῶν ὧδε «ἑστώτων οἵτινες οὐ γεύσονται θανάτου, ἕως ἂν ἴδωσιν τὸν υἱὸν 20.43.405 «τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ». ὥσπερ γὰρ ἐπὶ τοῦ σώματος διάφοροι αἰσθήσεις εἰσὶν γεῦσις καὶ ὅρασις, οὕτως κατὰ τὰς λεγο μένας ὑπὸ τοῦ Σολομῶντος θείας αἰσθήσεις ἄλλη μέν τις ἂν εἴη <ἡ> ὁρατικὴ τῆς ψυχῆς δύναμις καὶ θεωρητική, ἄλλη δὲ ἡ γευστικὴ καὶ 20.43.406 ἀντιληπτικὴ τῆς ποιότητος τῶν νοητῶν τροφῶν. καὶ ἐπεὶ ὁ κύριος, καθ' ὃ μὲν ἄρτος ἐστὶν ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς, γευστός ἐστιν, τρόφιμος ὢν τῇ ψυχῇ, καθ' ὃ δὲ σοφία ἐστίν, ὁρατός ἐστιν, ἧς τοῦ κάλλους ἐραστὴς ὁμολογεῖ εἶναι ὁ λέγων· «Ἐραστὴς ἐγενόμην «τοῦ κάλλους αὐτῆς», καὶ προστάσσει ἡμῖν τὸ «Ἐράσθητι αὐτῆς, καὶ «τηρήσει σε», διὰ τοῦτο ἐν Ψαλμοῖς εἴρηται τὸ «Γεύσασθε καὶ ἴδετε 20.43.407 «ὅτι χρηστὸς ὁ κύριος». ὥσπερ δὲ ὁ