πρὸ ἡμῶν, προ τρέπων ἐπὶ ἁγνείαν καὶ καθαρότητα τοὺς γεγαμηκότας. δύο γάρ, οὓς βούλεται (φησὶν) ὁ λόγος συμφω νεῖν ἐπὶ τῆς γῆς, ἄνδρα καὶ γυ ναῖκα νοητέον, ἐκ συμφωνίας ἀπο στεροῦντας ἀλλήλους σωματικῆς ὁμι λίας, ἵνα σχολάσωσι «τῇ προσευχῇ», ὅτε προσευχόμενοι περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσων ται λήψονται, γιγνομένου αὐτοῖς τοῦ ἀπὸ τοιαύτης συμφωνίας αἰτήματος παρὰ τοῦ ἐν οὐρανοῖς πατρὸς Ἰησοῦ Χριστοῦ. καὶ ἔοικεν ἡμῖν ἡ διήγησις αὕτη οὐ διάλυσιν ποιεῖν γάμου, ἀλλ' ἐπὶ συμ φωνίαν προτροπήν· ὡς εἰ ὁ ἕτερος μὲν βούλοιτο καθαρεύειν, ὁ δὲ ἕτερος μὴ θέλοι <ἢ μὴ δύναιτο> καὶ διὰ τοῦτο συγκαταβαίνοι τῷ ἢ μὴ θέ λοντι ἢ μὴ δυναμένῳ ὁ καὶ βουλό μενος καὶ δυνάμενος τὸ κρεῖττον, οὐκ ἂν ἔχοιεν ἀμφότεροι τὸ περὶ παν τὸς πράγματος οὗ ἐὰν αἰτή σωνται, γίνεσθαι αὐτοῖς παρὰ τοῦ ἐν τοῖς οὐρανοῖς πα τρὸς Ἰησοῦ Χριστοῦ. 14.3 Οἶδα δὲ καὶ ἄλλην διήγησιν μετὰ τοὺς γεγαμηκότας περὶ τῆς τῶν δύο συμφωνίας τοιαύτην. ἐν μὲν τοῖς φαύλοις βασιλεύει «ἡ ἁμαρτία» τῆς ψυχῆς, ἱδρυμένη ὡς ἐν οἰκείῳ θρόνῳ «τῷ θνητῷ» τούτῳ «σώματι εἰς τὸ ὑπακούειν» τὴν ψυχὴν «ταῖς ἐπιθυμίαις αὐτοῦ». ἐν δὲ τοῖς ἐγεί ρασιν ὡς ἀπὸ θρόνου τοῦ σώματος τὴν προβασιλεύσασαν ἁμαρτίαν καὶ ἀγωνιζομένοις πρὸς αὐτήν, «ἡ μὲν σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός». ἐν δὲ τοῖς ἤδη τελειωθεῖσι κεκράτηκε τὸ πνεῦμα καὶ «τὰς πράξεις» ἐθανά τωσε «τοῦ σώματος» καὶ μεταδίδωσι τῆς ἑαυτοῦ ζωῆς τῷ σώματι, ὡς ἤδη γίνεσθαι καὶ τὸ «ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν», καὶ γίνεται συμφωνία τῶν δύο (σώματος καὶ πνεύματος) ἐπὶ τῆς γῆς, ἧστινος κατορθωθείσης σύμφωνος καὶ ἡ εὐχὴ ἀναπέμπεται τοῦ «καρδίᾳ μὲν» πιστεύοντος «εἰς δικαιοσύνην, στό ματι δὲ» ὁμολογοῦντος «εἰς σωτη ρίαν», ὥστε μηκέτι τὴν καρδίαν πόρ ρω εἶναι τοῦ θεοῦ, καὶ μετὰ ταύτης ἐγγίζειν αὐτοῦ καὶ τοῖς χείλεσι καὶ τῷ στόματι τὸν δίκαιον τῷ θεῷ ***. ἔτι δὲ μακαριώτερον εἰ οἱ τρεῖς συν αχθεῖεν ἐπὶ τὸ αὐτὸ εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ, ἵνα πληρωθῇ τὸ «ὁ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκλη ρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη». ζητήσει δέ τις διὰ τὴν εἰρημένην συμφωνίαν πνεύματος καὶ σώματος, εἰ δυνατὸν ταῦτα μὲν συμφωνεῖν, μὴ καὶ τὸ τρίτον δέ, λέγω δὴ τὴν ψυχήν, μήποτε οὐκ ἀκο λουθῇ τῇ τούτων συμφωνίᾳ ἐπὶ τῆς γῆς, μετὰ τὸ τοὺς δύο συνῆχθαι εἰς τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ καὶ τοὺς τρεῖς ἤδη συνάγεσθαι εἰς τὸ ὄνομα αὐτοῦ, ὧν ἐν μέσῳ ἔρχεται ὁ υἱὸς τοῦ θεοῦ, ὡς πάντων αὐτῷ ἀνακειμένων (λέγω δὲ τῶν τριῶν) καὶ μηδενὸς ὄντος αὐτῷ ἐναντίου, οὐ μόνον τοῦ πνεύματος οὐκ ἐναντιου μένου, ἀλλ' οὐδὲ τῆς ψυχῆς ἔτι οὐδὲ τοῦ σώματος. 14.4 Χαρίεν δὲ καὶ τὸ τῆς συμ φωνίας ἀσκῆσαι <καὶ> νοῆσαι καὶ παραστῆσαι τῶν δύο διαθηκῶν, τῆς τε πρὸ τῆς σωματικῆς τοῦ σωτῆρος ἐπιδημίας καὶ τῆς καινῆς· ἐν οἷς γὰρ συμφωνοῦσιν αἱ δύο δια θῆκαι, ὡς μηδὲν εἶναι διάφωνον ἐν αὐταῖς τῆς ἑτέρας πρὸς τὴν ἑτέραν, ἐν τούτοις εὑρεθεῖεν ἂν εὐχαὶ ὡς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενέσθαι αὐ τοῖς παρὰ τοῦ ἐν οὐρανοῖς πατρός. εἰ δὲ καὶ τὸν συναγωγέα τῶν δύο τρίτον ποθεῖς, μὴ ὄκνει λέγειν αὐτὸ εἶναι τὸ ἅγιον πνεῦμα, ἐπεὶ «λόγοι σοφῶν» (εἴτε τῶν πρὸ τῆς παρουσίας εἴτε τῶν κατ' αὐτὴν καὶ μετ' αὐτήν) εἰσὶν «ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθε μάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός». μηδὲ τοῦτο δὲ ἀπαρατήρητον ἐάσῃς, ὅτι οὐκ εἶπεν· οὗ δύο εἰσὶν ἢ τρεῖς συνηγμένοι, ἐκεῖ ἔσομαι ἐν μέσῳ αὐτῶν, ἀλλ' ἐκεῖ εἰμι, οὐ μέλλων οὐδὲ βραδύνων, ἀλλ' ἅμα τῇ συμφωνίᾳ καὶ αὐτὸς εὑρισκόμε νος καὶ ἐν μέσῳ γινόμενος αὐτῶν. 14.5 Τότε προσελθὼν ὁ Πέ τρος εἶπεν αὐτῷ· κύριε, πο σάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐ τῷ (18, 21[22]); τὸ νομίζειν ἁπλούστερον εἰρῆσθαι ταῦτα, ὑπὸ μὲν Πέτρου ὡς αἱρου μένου ἑπτὰ μὲν ἁμαρτίας τῷ ἀδελφῷ ἀφιέναι ἁμαρτάνοντι εἰς αὐτόν, ὀγ δόην δὲ μηκέτι, ὑπὸ δὲ τοῦ σωτῆρος ὡς διδάσκοντος καθεζόμενόν τινα ἀριθμεῖν τὰ ἁμαρτήματα τοῦ πέλας εἰς αὐτόν, ἵνα τὰ μὲν <ἑπτὰ καὶ τὰ> ἑβδομήκοντα