49
λογικὸν τῆς ψυχῆς θεοειδὲς προσηγόρευσαν, καὶ ἔστιν ἀκοῦσαι Σωκράτους τῷ Ἀλκιβιάδῃ λέγοντος-καὶ ταῦτά γε ὁ Πλάτων ξυνέγραψεν-· "Ἔχομεν οὖν εἰπεῖν ὅ τι τῆς ψυχῆς ἐστι θειότατον ἢ τοῦτο περὶ ὃ εἰδέναι τε καὶ φρονεῖν ἔστιν; {-} Οὐκ ἔχομεν. {-} Τῷ θεῷ οὖν τοῦτο ἔοικεν αὐτῆς· καί τις εἰς τοῦτο βλέπων καὶ πᾶν τὸ θεῖον γνούς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν γνοίη μάλιστα." 5.40 Παραπλήσια δὲ κἀν τῷ Φαίδωνι λέγει· "Θῶμεν γάρ, ἔφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀειδές. {-} Θῶμεν, ἔφη. {-} Καὶ τὸ μὲν ἀειδὲς ἀεὶ καὶ κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέ ποτε κατὰ ταὐτά; {-} Καὶ ταῦτα θῶμεν, ἔφη. {-} Φέρε δή, ἦ δ' ὃς, ἄλλο τι ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; {-} Οὐ δὲν ἄλλο, ἔφη. {-} Πότερον οὖν ὁμοιότερον τῷ εἴδει φαμὲν εἶναι καὶ ξυγγενέστερον τὸ σῶμα; {-} Παντί, ἔφη, τοῦτό γε δῆλον, ὅτι 5.41 τῷ ὁρατῷ. {-} Τί δὲ ψυχή; ὁρατὸν ἢ ἀειδές; {-} Οὐχ ὑπὸ ἀνθρώ πων γε, ὦ Σώκρατες, ἔφη. {-} Ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν, ἢ ἄλλῃ τινὶ οἴει; {-} Τῇ τῶν ἀνθρώπων. {-} Τί οὖν περὶ ψυχῆς λέγομεν; ὁρατὸν ἢ ἀόρατον εἶναι; {-} Οὐχ ὁρατόν. {-} Ἀειδὲς ἄρα; {-} Ναί. {-} Ὁμοιότερον οὖν ἄρα ψυχὴ σώματός ἐστι τῷ ἀειδεῖ, τὸ δὲ σῶμα 5.42 τῷ ὁρατῷ; {-} Πᾶσα ἀνάγκη, ὦ Σώκρατες." Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα διεξελθών, ἐπήγαγεν· "Ποτέρῳ οὖν ἡ ψυχὴ ἔοι κεν; {-} ∆ηλαδή, ὦ Σώκρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ." Καὶ αὖ πάλιν μετ' ὀλίγα· "Τί οὖν; Τούτων οὕτως ἐχόντων, ἆρα οὐχὶ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δ' αὖ τὸ παράπαν ἢ ἀδιαλύτῳ εἶναι ἢ ἐγγύς τι 5.43 τούτων; {-} Πῶς γὰρ οὔ;" Εἶτα εἰπών, ὅπως τὸ σῶμα δια λύεται, ἐπήγαγεν· "Ἡ δὲ ψυχὴ εἰς τὸ ἀειδὲς ἢ εἰς τοιοῦτον ἕτερον τόπον τινὰ οἰχομένη γενναῖον καὶ ἄριστον καὶ ἀειδῆ, εἰς Ἅιδου φοιτᾷ ὡς ἀληθῶς παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεόν, οὗ ἂν θεὸς ἐθέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον, αὕτη δὲ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι; Πολ λοῦ γε δεῖ, ὦ φίλε Κέβης τε καὶ Σιμμία· ἀλλὰ πολλῷ μᾶλλον ὧδε ἔχει." Καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας καὶ τὴν τῆς ψυχῆς ἀθανασίαν δείκνυσι διαρρήδην. 5.44 Τοσαύτην καὶ ξυγγραφεῖς καὶ φιλόσοφοι καὶ ποιηταὶ καὶ ψυχῆς πέρι καὶ σώματος καὶ αὐτῆς γε τῆς τοῦ ἀνθρώπου ξυστάσεως πρὸς ἀλλήλους ἐσχήκασιν ἔριν καὶ διαμάχην, οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα πρεσβεύοντες, οἱ δὲ τούτων τε κἀκείνων ἐναντίαν δόξαν ὠδίνοντες. Οὐ γὰρ τἀληθὲς μαθεῖν ἐπεθύμησαν, ἀλλὰ κενοδοξίᾳ καὶ φιλοτιμίᾳ δουλεύσαντες καινῶν εὑρεταὶ κληθῆναι δογμάτων 5.45 ἐπεθύμησαν. ∆ιὰ δὴ τοῦτο καὶ τὸν πολὺν ὑπομεμενήκασι πλάνον, τῶν ὕστερον ἐπιγενομένων ἀνατετροφότων τῶν πρεσβυτέρων τὰς δόξας. Καὶ Ἀναξίμανδρος μέν, τελευτήσαντος ἤδη τοῦ Θάλεω, τοῖς ἐναντίοις ἐχρήσατο δόγμασι· καὶ Ἀναξιμένης δὲ μετὰ τὸν Ἀναξιμάνδρου γε θάνατον ταὐτὸ τοῦτο πεποίηκε· καὶ Ἀναξαγόρας5.46 δὲ ὡσαύτως. Ὁ δὲ Ἀριστοτέλης ἔτι ζῶντι τῷ Πλάτωνι προφανῶς ἀντετάξατο καὶ τὸν κατὰ τῆς Ἀκαδημίας ἀνεδέξατο πόλεμον καὶ οὔτε τὴν διδασκαλίαν ἐτίμησεν, ἧς φιλοτίμως ἀπ έλαυσεν, οὔτε τοῦ πολυθρυλήτου ἀνδρὸς ᾐδέσθη τὸ κλέος οὔτε τὸ ἐν τοῖς λόγοις κράτος ἔδεισεν, ἀλλ' ἀνέδην πρὸς αὐτὸν παρετά ξατο, οὐκ ἀμείνοσιν ἐκείνων, ἀλλὰ πολλῷ γε χείροσι χρησάμε 5.47 νος δόγμασιν. Καὶ γὰρ δὴ τὴν ψυχὴν ἐκείνου φάντος ἀθάνατον, οὗτος ἔφη θνητήν· καὶ τὸν Θεὸν εἰρηκότος ἐκείνου προμηθεῖσθαι τῶν πάντων, οὗτος τὴν γῆν, ὅσον ἧκεν εἰς λόγους, τῆς θείας κηδεμονίας ἐστέρησε· τὰ γὰρ δὴ μέχρι σελήνης ἰθύνειν ἔφη τὸν Θεόν, τὰ δέ γε ἄλλα ὑπὸ τὴν εἱμαρμένην τετάχθαι· καὶ ἄλλα δὲ πάμπολλα ἐνεόχμωσεν, ἃ λέγειν ἐπὶ τοῦ παρόντος παρέλκον 5.48 ὑπείληφα. Ἐκεῖνοι μὲν οὖν τὰς ἀλλήλων εἰκότως καταλελύκασι δόξας· τὸ γὰρ δὴ ψεῦδος οὐ μόνον τῇ ἀληθείᾳ πολέμιον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ· ἡ δέ γε ἀλήθειᾳ ξύμφωνος ἑαυτῇ καὶ μόνον 5.49 ἔχουσα τὸ ψεῦδος πολέμιον. Αὐτίκα τοίνυν ἔστιν εὑρεῖν καὶ περὶ τῆς τοῦ ἀνθρώπου φύσεως καὶ Μωϋσέα τὸν νομοθέτην καὶ ∆αυὶδ τὸν προφήτην καὶ τὸν γενναῖον Ἰὼβ