49
τὸν ἐκείνων ἡγούμενον. Καὶ ἀγαθῶν ἐπιστάμεθα δημιουργὸν τὸν ἀγαθὸν Θεὸν παρὰ τῶν εὖ φρονούντων ἁπάντων ὀνομαζόμενον. Οὔ κουν ἐδημιούργησε φύσιν, δράσαι μὲν οὐδὲν ἀγαθὸν δυναμένην, κακίαν δὲ μόνην παρὰ γνώμην ὠδίνου σαν. Εἰ δὲ μήτε φύσιν πονηρὰν ἐδημιούργησεν ὁ Θεὸς, ἀγαθῶν γάρ ἐστιν ὡς ἀγαθὸς ποιητὴς, μήτε ἀδίκως κολάζειν ἀνέχεται, δίκαιος γάρ ἐστι καὶ δι καιοσύνης νομοθέτης, κολάζει δὲ τὸν διάβολον καὶ τοὺς ὑπ' ἐκείνῳ τελοῦντας, γνώμῃ ἄρα πονηρὸς ὁ διάβολος καὶ οἱ τῆς ἐκείνου συμμορίας. Ὥσπερ γὰρ τὸν ἄνθρωπον ἀγαθὸν ἐξ ἀρχῆς ἀγαθὸς ἐδημιούρ γησεν ὁ Θεὸς, αὐθαιρέτῳ δὲ γνώμῃ οἱ μὲν ἐφύλαξαν ἀκήρατον ἣν ἔλαβον φύσιν· οἱ δὲ ἐπὶ τὸ χεῖρον ἀπ έκλιναν, καὶ τοὺς θείους χαρακτῆρας διέφθειραν, καὶ τοὺς θεοειδεῖς θηριώδεις ἀπέφηναν· οὕτως ὁ διάβολος καὶ τῶν δαιμόνων τὸ στίφος σὺν τοῖς ἄλλοις ἀσωμά 83.476 τοις γενόμενοι, τὴν μὲν ἐκείνων περὶ τὸν ∆εσπότην Θεὸν οὐκ ἐζήλωσαν εὔνοιαν, τὸ δὲ τοῦ τύφου καὶ τῆς ἀλαζονείας εἰσδεξάμενοι πάθος, ἐπὶ τὸ χεῖρον ἐτρά πησαν, καὶ τῆς προτέρας ἐξέπεσον λήξεως. Καὶ τοῦτο δεδήλωκεν ὁ θεῖος Ἀπόστολος, περὶ τῆς ἐπισκοπικῆς χειροτονίας νομοθετῶν· "Μὴ νεόφυτον, ἵνα μὴ τυ φωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου." ∆ιὰ γὰρ τῶνδε τῶν λόγων αἰνίττεται, ὡς τῆς ἐκπτώσεως τῷ διαβόλῳ τύφος ἐγένετο πρόξενος. Καὶ Ἐφεσίοις δὲ γράφων, παρεδήλωσεν ὡς πρὶν ἐπὶ τὸ χεῖρον τραπῆναι, τὴν τοῦ ἀέρος οἰκονομίαν ἐπεπίστευτο. "Κατὰ τὸν ἄρχοντα γὰρ, φησὶ, τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας." Τῆς δὲ προτέρας τάξεως ἐκπε σὼν, ὑπουργοὺς ἔχει τοὺς ἀντιλέγοντας τῷ Θεῷ. Καὶ ὁ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· "Εἶ δον τὸν Σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ." Καὶ ἐν ἑτέρῳ χωρίῳ, "Ἐκεῖνος, φη σὶν, ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε." Τοῦτο δὲ παραδηλοῖ, ὡς τῆς ἀληθείας ἐκτραπεὶς, τἀναντία τῇ ἀληθείᾳ προείλετο. Καὶ οἱ μακάριοι δὲ προφῆται Ἡσαΐας καὶ Ἰεζεκιὴλ παραπλησίοις αἰνίγμασι κέχρηνται. Τοῦτο γὰρ σημαίνει τό· "Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ, καὶ καταλήψομαι τὴν οἰκουμένην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ." Καὶ ὁ Ἰεζεκιὴλ διὰ τοῦ ἄρχοντος Τύρου τὸν ἀποστάτην ἄρχοντα αἰνίττεται τὸν ἐνεργήσαντα ἐκείνῳ. Λέγει δὲ οὕτως· "Τάδε λέγει Κύριος Ἀδω ναΐ· Σὺ ἐκσφράγισμα ὁμοιώσεως, πλήρης σοφίας, καὶ στέφανος κάλλους, καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης, πάντα λί θον ἐνδέδυσαι." Εἶτα τῶν λίθων ἀπαριθμή σας τὰ εἴδη, ἐπήγαγεν· "Ἀφ' ἧς ἡμέρας κατεσκευά σθης μετὰ τοῦ χερουβεὶμ κεχρισμένος παρὰ Θεοῦ τοῦ κατασκηνοῦντος, καὶ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ. Ἐγεννήθης ἐν μέσῳ λίθων πυρίνων, ἐπορεύθης ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας ἐκτίσθης σὺ, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Ἀπὸ γὰρ πλήθους περιδρομῆς σου, ἔπλησας τὰ τα μιεῖά σου ἀνομίας, καὶ ἥμαρτες, καὶ ἐτραυματί σθης· Ἀπὸ ὄρους τοῦ Θεοῦ κατήγαγέ σε τὸ χερουβεὶμ τὸ συσκιάζον ἐκ μέσου λίθων πυρίνων. Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου. ∆ιεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου. ∆ιὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου, ἐπὶ τὴν γῆν ἔῤῥιψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι. ∆ιὰ τὸ πλῆθος τῶν ἀνομιῶν σου, καὶ τῶν ἀδικιῶν τῆς ἐμπο ρίας σου, ἐβεβήλωσα ἁγιασμόν σου. Ἐξάγω πῦρ ἐν μέσῳ σου· τοῦτο καταφάγεταί σε." Οὗτος ὁ 83.477 προφητικὸς λόγος ἔδειξε τὸν διάβολον ἐξ ἀρχῆς μὲν ἀγαθὸν γεγενημένον, ἑκουσίως δὲ τὴν ἐπὶ τὸ χεῖρον ῥοπὴν εἰσδεξάμενον, ταῖς δὲ κακομηχανίαις τὴν πο νηρίαν αὐξήσαντα. Τὴν γὰρ περιδρομὴν, καὶ τὴν ἐμπορίαν, τὰς τῆς πονηρίας ἐπινοίας ἐκάλεσε. Τοῦ τον παρεδειγμάτισεν, ἐλέγξας αὐτοῦ τὴν ἀσθένειαν, καὶ πατεῖσθαι ὑπὸ τῶν πάλαι προσκυνούντων ἐκέ λευσεν. Αὐτοῦ γάρ ἐστι φωνή· "Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν