49
δεξάμενοι, τοῦ δημιουργήσαντος ἐπελήσθησαν. Πάντα μέντοι τὰ πέρατα τῆς γῆς, οὐχ ἓν ἔθνος, οὐδὲ δύο, ἀλλ' ἐκ πάντων τῶν κατὰ τὴν οἰκουμένην προσδραμοῦνται μυρίοι, καὶ δέξονται προθύμως τὴν τῆς θεογνωσίας ἀκτῖνα. "Καὶ προσκυνήσουσιν ἐνώ πιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν." Καὶ δι δάσκων ὡς οἰκεία τοῦ Θεοῦ ἡ δεσποτεία, καὶ οὐκ ἀλ λοτρία, τέθεικεν. 80.1024 κθʹ. "Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δε σπόζει τῶν ἐθνῶν." Οὐ γὰρ μόνον Ἰουδαίων Θεὸς ὁ Θεὸς, ὡς ἐκεῖνοι νομίζουσιν, ἀλλὰ πάσης τῆς τῶν ἀνθρώπων φύσεως ποιητής. Οὕτω καὶ ὁ Ἀπόστολος ἔφη· Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαι ώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως." λʹ. "Ἔφαγον καὶ προσεκύνησαν αὐτῷ πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν." Οἱ γὰρ φαγόντες καὶ ἐμπλησθέντες, χάριν ὁμολογοῦντες περὶ τῆς ἀθα νάτου τροφῆς, προσκυνήσουσιν ὡς Θεὸν τὸν τούτων γενόμενον χορηγόν. Καὶ ἐπειδὴ ἐν τῷ προτέρῳ στίχῳ τῶν πιόνων ἐμνημόνευσε μόνων, ἅτε δὴ τοι ούτων ὑπὸ τῆς θείας ἐκείνης γεγενημένων τροφῆς, εἰκότως εἶπεν· "Ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν." Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστασιν, οἱ μὲν ἑκόντες, οἱ δὲ ἄκοντες, καὶ οἱ μὲν πόθῳ, οἱ δὲ φόβῳ, ταύτην τῷ Θεῷ προσ οίσουσι τὴν προσκύνησιν, κατὰ τὴν ἀποστολικὴν ἐκείνην φωνήν· ὅτι "Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρα νίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χρι στὸς εἰς δόξαν Θεοῦ πατρός." λαʹ. "Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ." Σπέρμα δὲ τοῦ ∆εσπότου Χριστοῦ, οἱ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας ἀναγεννώμενοι, καὶ τὸ τῆς υἱοθεσίας δεχόμενοι χάρισμα. ∆ιὸ τὴν μὲν αὑτοῦ ψυχὴν αὐτῷ ζῇν, ἀλλ' οὐ δουλεύειν εἴρηκε, τὸ δὲ σπέρμα δουλεύειν. Ἡ γὰρ ληφθεῖσα φύσις ἡνώθη τῇ λαβούσῃ θεότητι, καὶ τῆς αὐτῆς δόξης μετείληχε καὶ τιμῆς. λβʹ. "Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχο μένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος." Οὐ περὶ ταύτης, φησὶ, λέγω τῆς γενεᾶς, καθ' ἣν ἐγὼ ὁ ∆α βὶδ ταῦτα προαγορεύω, ἀλλὰ περὶ τῆς ἐσομένης, καὶ τοῦ τεχθησομένου λαοῦ, ὃν αὐτὸς ὁ τῶν ὅλων συνεστήσατο Κύριος. Ὁ μὲν οὖν ταῦτα προηγόρευ σεν ἅπαντα. Ἐγὼ δὲ τὴν Ἰουδαίων ἐμβροντησίαν θρηνῶ, ὅτι τοῖς θείοις λογίοις διηνεκῶς ἐντυγχάνον τες, τὴν ἐν τούτοις διαλάμπουσαν οὐ συνορῶσιν ἀλήθειαν, ἀλλ' εἰς τὸν ∆αβὶδ εἰρῆσθαι τὸν Ψαλμὸν ἀποφαίνονται, τοῦ βοῶντος ἀκούοντες, "Ἀναγγε λήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγε λοῦσι τὴν δικαιοσύνην αὐτοῦ, λαῷ τῷ τεχθησομένῳ, 80.1025 ὃν ἐποίησεν ὁ Κύριος· μνησθήσονται καὶ ἐπιστρα φήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Καὶ ἔφαγον, καὶ προσεκύνησαν αὐτῷ πάντες οἱ πίονες τῆς γῆς." Τούτων γὰρ οὐδὲν ἐπὶ τοῦ ∆αβὶδ ὁρῶμεν γεγενημένον, οὐδὲ ἐπί τινος τῶν ἐκ ∆αβίδ. Μόνος δὲ ὁ ∆εσπότης Χριστὸς, ὁ ἐκ ∆αβὶδ κατὰ σάρκα, ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, ὁ ἐκ ∆αβὶδ λαβὼν τὴν τοῦ δούλου μορφήν· πᾶσαν γὰρ γῆν καὶ θάλασσαν τῆς θεογνωσίας ἐπλήρωσε, καὶ πέπεικε τοὺς πάλαι πλανωμένους, καὶ τοῖς εἰδώ λοις προσφέροντας τὴν προσκύνησιν, ἀντὶ τῶν οὐκ ὄντων τὸν ὄντα προσκυνῆσαι Θεόν. Ἀλλὰ τοὺς πρὸς τοὺς Ἰουδαίους λόγους καταλιπόντες, ἐπὶ τοὺς παρόντας ἀγῶνας, καὶ ἐπὶ τὴν τῶν λοιπῶν ψαλμῶν ἑρμηνείαν βαδίσωμεν.
ΕΡΜΗΝ. ΤΟΥ ΚΒʹ ΨΑΛΜΟΥ. αʹ. Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ." [Ἄδεται ὁ προκείμενος ψαλμὸς ἐκ
προσώπου τῶν ἐθνῶν ἀγαλ λομένων ἐπὶ τῷ ποιμᾶναι αὐτά· καὶ μὴν καὶ τὴν μυστικὴν ἐξηγοῦνται εὐωχίαν ἣν παρέθηκεν αὐτοῖς ὁ ποιμαίνων αὐτούς.] "Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει." Τὴν αὐτὴν ἔχει καὶ ταῦτα τοῖς