49
μοιχοκοινωνίαν, οἰκονομίαν αὐταῖς συντάξαντες, καὶ διὰ τοῦτο ὡς ἀνόμους τοὺς ἁγίους καὶ παραβάτας τῶν ἐντολῶν οὐκ ἀνεθεμάτισαν (καὶ ἐντεῦθεν πάντως ἀναθεματιστέοι) ἢ νομοφύλακας αὐτοὺς ὁμολογοῦντες ἑαυτοὺς ἀνεθεμάτισαν, ἀλλ' οὐ τοὺς ἁγίους, σφετερισάμενοι οἱ δείλαιοι εἰς ἑαυτοὺς τὸ τῶν ἁγίων ὄνομα ἐν τῇ λεγομένῃ αὐτοῖς οἰκονομίᾳ τῆς μοιχοζευξίας· καὶ διὰ τοῦτο πάλιν τοὺς ἁγίους ἀνεθεμάτισαν ὡς μὴ ὄντας ἁγίους. ἐπεὶ ἅγιοι κατ' αὐτοὺς οἱ κατὰ δύναμιν τῆς μοιχοζευξίας καὶ μοιχομεριδαρχίας τὰς οἰκονομίας πεποιηκότες καὶ ποιοῦντες· καὶ οὗτοι ἀλλότριοι θεοῦ καὶ ἄνομοι καὶ παραβάται ἐντολῶν καὶ ἀναθεματισμένοι παρ' αὐτοῖς, οἱ μὴ τὴν μοιχοσύστατον αὐτῶν οἰκονομίαν δεχόμενοι καὶ τὰ κατ' ἴχνος αὐτῆς οἰκονομοῦντες. Ὅθεν οὖν βούλει, καὶ ποτέραν τῶν ἀσεβειῶν αὐτῶν φαεινὴν ἐθέλοις ἰδεῖν, νόει, ὁ ἀγχίνους, καὶ θαύμαζε, βάθος ἐκ βάθους ἀθεΐας ἀναθεωρῶν καὶ ἀναλαμβανόμενος· οὐδὲ γὰρ αἱ αἱρέσεις προφανῆ τὴν ὅλην ἀσέβειαν ἔχουσιν, ἀλλ' αἱ μὲν πόρρω τοῦ εὐαγγελίου πάντῃ γε, αἱ δὲ ὑποδυόμεναι ἐκ τοῦ εὐαγγελίου ῥήσεις τινὰς συνεισέρχονται, οὐ λέγουσαι μὴ στοιχεῖν τοῖς εὐαγγελικοῖς θεσπίσμασιν, ἀλλὰ καὶ πάνυ τῷ δοκεῖν ὑπὲρ αὐτῶν ἀντιποιούμεναι τῷ οὕτως νοεῖσθαι καὶ μὴ οὕτως, εἰς τοὺς θείους λόγους τὴν ἀμφιβολίαν ἔχουσαι. καὶ ἐπειδὴ ἀποτυγχάνουσι τοῦ ὀρθοῦ φρονήματος, αἱρέσεις κατωνομάσθησαν. ἐνταῦθα δὲ φανερὰ ἔκπτωσις πίστεως, οὐ περὶ τὸν νοῦν σφαλλόμενοι, ἀλλὰ λέγοντες· "4καὶ εἶπεν ὁ Χριστὸς οὕτω, κἂν νόμος ἔχῃ τάδε ἐπὶ τῶν βασιλέων οὕτως γίνεσθαι, νικᾶσθαι τὸ εὐαγγέλιον"5. σκόπησον πῶς τῇ ἀρχῇ τὸ τέλος ἀκολουθεῖ. ἀπὸ Χριστοῦ ἐναν θρωπήσεως ἤρξαντο ἔξωθεν τοῦ εὐαγγελίου αἱ αἱρέσεις. εἶτα ἀποκρουσθεὶς ὁ διάβολος διὰ τῆς κατὰ μικρὸν προκοπῆς τῆς χάριτος ὑπεισῆλθε λανθανόντως ἐξ αὐτοῦ τοῦ εὐαγγελίου· γεννᾷ τὰς αἱρέσεις μέχρι τῶν εἰκονομάχων, ἀπὸ Γραφῆς καὶ τῶν κειμένων αὐτῶν ὑποδυόμενος τὸ δέλεαρ. καὶ ἐπὰν ᾔσθετο εὐηκόους αὐτῷ τοὺς ἀνθρώπους ὑπάρχειν, συνελαύνοντος καὶ τοῦ καιροῦ τῆς συντελείας, ἤρξατο ἐκ τοῦ δεῦρο ὡς τὸ ἀπ' ἀρχῆς, κατ' αὐτοῦ τοῦ εὐαγγελίου ἀνάπτειν τὸν φόνον, ὅπως καταντήσῃ εἰς τὸν Ἀντίχριστον εὐθέτως, ἐφ' ὃν κατοικήσει καὶ ἐν ᾧ ἀποκαλυφθήσεται ἡ πᾶσα αὐτοῦ πικρία καὶ ἀποστασία, ὃν ἀνελεῖ Κύριος τῇ ἐπιφανείᾳ αὐτοῦ ὅτι τάχιστα. Περὶ τοῦ τρίτου τί καὶ φῶμεν; οἱ γὰρ τὸ εὐαγγέλιον παραβαίνειν γυμνῇ τῇ κεφαλῇ καταολμήσαντες καὶ τοὺς μὴ παραβαίνειν αἱρετισαμένους ἀναθεματίσαντες, τί περὶ κανόνων αὐτοῖς μελήσει; καί γε καὶ τούτων ὑπὸ Πνεύματος Ἁγίου ἐσφραγισμένων καὶ ἐν τῇ λύσει αὐτῶν λελυμένων ὄντων τῶν ἁπάντων εἰς σωτηρίαν ἡμῶν ἡκόντων· οὐδαμοῦ γὰρ ἱερωσύνη, θυσία, τἆλλα ἰάματα τῶν ψυχικῶν ἡμῶν ἀρρωστημάτων. τί δὲ λέγω κανόνων καὶ ποιοῦμαι διαφορά; ταὐτόν ἐστιν εἰπεῖν καὶ ἐπ' αὐτῶν εὐαγγελίου Χριστοῦ. αὐτὸς γὰρ τὰς κλεῖς δέδωκε τῆς βασιλείας τῶν οὐρανῶν τῷ μεγάλῳ Πέτρῳ φάσκων, ὃν ἂν λύσῃς, καὶ ὃν ἂν δήσῃς, ἔσται τὸ καὶ τό. καὶ πάλιν πᾶσι τοῖς ἀποστόλοις· λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται καὶ ἄν τινων κρατῆτε, κεκράτηνται, καὶ ἑπομένως τούτοις εἰς τοὺς μετ' αὐτοὺς διαβιβάζων τὴν ἐξουσίαν, ἐάνπερ ὡσαύτως πράξοιεν. καὶ διὰ τοῦτο Βασιλείου καὶ τῶν ἰσοστασίων αὐτῷ ἁγίων ὡς τῶν ἀποστολικῶν ὄντων κανόνων δεδεγμένων, καθότι ἐξακολουθήκασι μηδὲν καινοτομηκότες, ἀλλὰ καὶ ἐπαυξήσαντες κατὰ τὸ δέον. Οὗτοι οὖν οἱ νέοι ψευδαπόστολοι ἀποφαίνονται ἐμπράκτως, μὴ πάντως κατὰ τοὺς κειμένους ὅρους τῶν ἁγίων, ἀλλ' οἰκείᾳ ἐξουσίᾳ καὶ διακρίσει παρὰ τὸ ὑπ' αὐτῶν διατεταγμένον ἔσθ' ὅτε ἕκαστον τῶν ἱεραρχῶν ποιεῖν, λύειν ἐν οἷς οὐ παρ' αὐτῶν λύσις καὶ δεσμεῖν ἐφ' οἷς οὐχ ὑπ' αὐτῶν ὁ δεσμός. καὶ ὁρᾶτε ταῦτα καθ' ἑκάστην γιγνόμενα· καὶ ἐβεβηλώθη τὰ ἅγια, καὶ ἐφόδιον ἁμαρτίας κρύβδην τε καὶ εἰς τοὐμφανὲς ἡ μοιχοσύνοδος. καὶ καθαίρεται ὁ ἀκαθαίρετος καὶ χειροτονεῖται ὁ διαβεβλημένος καὶ ἐᾶται ὁ ὑποπίπτων κανόσι καθαιρετικοῖς ἀνευθύνως ἱερουργῶν.