49
γαμετὴν αὐτοῦ, καὶ ὑπέγραψε δεινῶς παρὰ Πουλχερίας ὀνειδισθείς. Τῷ δ' αὐτῷ ἔτει Γιζέριχος τῷ Οὐανδαλικῷ πλήθει πολὺς γενόμενος καὶ ῥῆγα καλέσας ἑαυτὸν γῆς τε καὶ θαλάσσης καὶ νήσων πολλῶν τοῖς Ῥωμαίοις ὑποτελῶν κατασχὼν ἐλύπει τὸν Θεοδόσιον. καὶ ἀποστέλλει χιλίας ρʹ ὁλκάδας μετὰ δυνάμεως Ῥωμαϊκῆς Ἀρεοβίνδου καὶ Ἀνσίλα καὶ Ἰνοβίνδου καὶ Ἀρινθέου καὶ Γερμανοῦ τῶνστρατηγῶν. ταύτης οὖν τῆς δυνάμεως τῇ Σικελίᾳ προσορμισθείσης, καταπλαγεὶς ὁ Γιζέριχος πρεσβεύεται Θεοδοσίῳ περὶ σπονδῶν. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀνατόλιος ἔτη θʹ. Ἀντιοχείας ἐπίσκοπος Μάξιμος ἔτη δʹ. μβʹ. ιεʹ. ηʹ. αʹ. ιβʹ. γʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐπιλογισάμενος Θεοδόσιος καὶ γνοὺς ἑαυτὸν ἀπατηθέντα ὑπὸ τῆς Χρυσαφίου πανουργίας ἐλυπεῖτο περὶ τῆς εἰς Φλαβιανὸν γεγενημένης ἀσεβείας καὶ τῆς εἰς τοὺς λοιποὺς ἐπισκόπους ἀδικίας. καὶ ἀγανακτήσας σφόδρα πρῶτον μὲν Χρυσάφιον ἐξώρισεν εἴς τινα νῆσον, τῇ δὲ Εὐδοκίᾳ ἐπιφέρεται σφοδρῶς πάντων τῶν κακῶν αἰτίαν αὐτὴν ἀποκαλῶν, ὡς καὶ Πουλχερίαν τῶν βασιλείων 102 ἀποδιώξασαν, ἅμα δὲ καὶ τὰ κατὰ τὸν Παυλῖνον ὀνειδίζων αὐτῇ. ἡ δὲ ἀπογνοῦσα παρεκάλεσεν ἐπὶ τὰ Ἱεροσόλυμα ἀπολυθῆναι αὐτήν. καὶ λαβοῦσα μεθ' ἑαυτῆς Σευῆρον τὸν πρεσβύτερον καὶ Ἰωάννην τὸν διάκονον ἦλθεν εἰς Ἱεροσόλυμα. καὶ μαθὼν ὁ βασιλεύς, ὅτι οὗτοι καὶ ἐν τῇ πόλει αὐτῇ ἐσύχναζον καὶ ἐν Ἱεροσολύμοις μετ' αὐτῆς εἰσιν, καὶ πολλὰ αὐτοῖς δωρεῖται, ἀποστείλας ἀπεκεφάλισεν αὐτούς. τότε ὁ βασιλεὺς τὴν μακαρίαν Πουλχερίαν πολλὰ παρακαλέσας ἤγαγεν εἰς τὰ βασίλεια· ἥτις εὐθέως ἀποστείλασα εἰς Ἔφεσον ἤγαγε τὸ λείψανον τοῦ ἁγίου Φλαβιανοῦ· καὶ μετὰ δορυφορίας διὰ τῆς Μέσης ἐκκομίσασα ἔθαψεν ἐν τοῖς ἁγίοις ἀποστόλοις. τότε τὴν τῶν Χαλκοπρατείων ἐκκλησίαν τῇ ἁγίᾳ θεοτόκῳ ἀνήγειρε συναγωγὴν Ἰουδαίων πρότερον οὖσαν. Τοῦ δὲ στόλου, ὡς προέφημεν, ἐν Σικελίᾳ ἐκδεχομένου τὴν τῶν πρεσβευτῶν Γιζερίχου ἄφιξιν καὶ τὴν τοῦ βασιλέως κέλευσιν, ἐν τῷ μεταξὺ Ἀττίλας, ὁ Μουνδίου παῖς, Σκύθης, γενόμενος ἀνδρεῖος καὶ ὑπερήφανος, ἀποβαλὼν Βδελλάν, τὸν πρεσβύτερον ἀδελφόν, καὶ μόνος ἄρχων τὸ τῶν Σκυθῶν βασίλειον, οὓς καὶ Οὔννους καλοῦσιν, κατατρέχει τὴν Θρᾴκην. δι' ὃν μάλιστα Θεοδόσιος σπένδεται Γιζέριχον καὶ ἐπανάγει τὸν στόλον ἐκ Σικελίας. ἀποστέλλει δὲ τὸν Ἄσπαρα σὺν τῇ ὑπ' αὐτὸν δυνάμει καὶ Ἀρεόβινδον καὶ Ἀργαγίσκλον ἐπὶ τὸν Ἀττίλαν Ῥατιαρίαν ἤδη καὶ Νάϊσον καὶ Φιλιππούπολιν καὶ Ἀρκαδιούπολιν καὶ Κωνσταντίαν καὶ ἕτερα πλεῖστα πολίσματα καταστρεψάμενον καὶ σὺν αἰχμαλώτοις πολλοῖς ὑπέρογκον συμφορήσαντα λείαν. τῶν οὖν στρατηγῶν ἐλαττωθέντων σφόδρα ταῖς μάχαις, προῆλθεν Ἀττίλας καὶ μέχρι θαλάσσης ἑκατέρας, τῆς τε τοῦ Πόντου καὶ τῆς πρὸς Καλλιπόλει καὶ Σηστῷ κεχυμένης, πᾶσαν πόλιν καὶ φρούρια 103 δουλούμενος πλὴν Ἀδριανουπόλεως καὶ Ἡρακλείας, τῆς ποτε Πειρίνθου κληθείσης, ὥστε καὶ εἰς τὸν Ἀθύραν αὐτὸν φρούριον ἐλθεῖν. ἀναγκάζεται οὖν Θεοδόσιος πρεσβεύσασθαι πρὸς Ἀττίλαν καὶ ἑξακισχιλίας χρυσίου λίτρας ὑπὲρ τῆς ἀναχωρήσεως παρασχεῖν, χιλίων δὲ χρυσίου λιτρῶν ἐτήσιον φόρον αὐτῷ ἠρεμοῦντι προσομολογῆσαι τελεῖν. τότε τοίνυν ἐπανελθούσης τῆς Ῥωμαϊκῆς δυνάμεως ἐκ τοῦ πολέμου τοῦ πρὸς Ἀττίλαν, μετὰ βραχὺ τελευτᾷ Θεοδόσιος ὁ βασιλεὺς μηνὶ Ἰουλίῳ κʹ, ἰνδικτιῶνι γʹ. ἡ δὲ μακαρία Πουλχερία, μήπω τινὶ τῆς τοῦ βασιλέως τελευτῆς γνωσθείσης, μεταστειλαμένη Μαρκιανόν, ἄνδρα ἐν σωφροσύνῃ καὶ σεμνότητι διαπρέποντα γέροντά τε ὄντα καὶ ἱκανώτατον, λέγει πρὸς αὐτόν· "ἐπειδὴ ὁ βασιλεὺς ἐτελεύτησεν, ἐγὼ δέ σε ἐξελεξάμην ἐκ πάσης τῆς συγκλήτου, ὡς ἐνάρετον, δός μοι λόγον, ὅτι φυλάττεις τὴν παρθενίαν μου, ἣν τῷ θεῷ ἀνεθέμην, καὶ ἀναγορεύω σε βασιλέα." τοῦ δὲ συνθεμένου τοῦτο, μεταστέλλεται τὸν πατριάρχην καὶ τὴν σύγκλητον καὶ ἀναγορεύει αὐτὸν βασιλέα Ῥωμαίων. Κόσμου ἔτη εϠμγʹ. Τῆς θείας σαρκώσεως ἔτη υμγʹ. Ῥωμαίων βασιλεὺς Μαρκιανὸς