1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

50

μέγας ἐστί, καὶ οἱ τῆς Ἰταλίας καὶ οἱ τῶν Γαλλίων καὶ ἄλλοι ἀπὸ Σπανίων καὶ ἀπ' Αἰγύπτου 89.4 καὶ Λιβύης καὶ οἱ τῆς Πενταπόλεως πάντες· εἰ γὰρ καὶ πρὸς ὀλίγον φοβηθεὶς τὰς ἀπειλὰς Κωνσταντίου ἔδοξεν ἐκείνοις μὴ ἀντιλέγειν, ἀλλ' ἡ πολλὴ βία καὶ τυραννικὴ ἐξουσία Κωνσταντίου καὶ αἱ πλεῖσται ὕβρεις καὶ πληγαὶ δείκνυσιν, ὅτι μὴ καταγνοὺς ἡμῶν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τοῦ γήρως οὐ φέρων τὰς πληγὰς πρὸς καιρὸν εἶξεν αὐτοῖς, δίκαιόν ἐστι πλέον πάντας ὡς πληροφορηθέντας μισεῖν καὶ ἀποστρέφεσθαι τὴν ἀδικίαν καὶ τὴν βίαν τὴν καθ' ἡμῶν γενομένην διὰ τὸ μάλιστα δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν ἀρειανὴν ἀσέβειαν ἡμᾶς ταῦτα πεπονθέναι.

90.1 Εἴ τις τοίνυν βούλεται τά τε καθ' ἡμᾶς μαθεῖν καὶ τὴν τῶν περὶ Εὐσέβιον συκο φαντίαν, ἐντυγχανέτω τοῖς γραφεῖσιν ὑπὲρ ἡμῶν καὶ μάρτυρας ἐχέτω οὐχ ἕνα ἢ δύο 90.2 ἢ τρεῖς, ἀλλὰ τοσοῦτον πλῆθος ἐπισκόπων. καὶ τούτων μάρτυρας πάλιν λαμβανέτω τοὺς περὶ Λιβέριον καὶ Ὅσιον καὶ τοὺς σὺν αὐτοῖς, οἵτινες ὁρῶντες τὰ καθ' ἡμῶν γενόμενα πάντα παθεῖν ὑπέμειναν ἢ προδοῦναι τὴν ἀλήθειαν καὶ τὴν ὑπὲρ ἡμῶν κρίσιν. τοῦτο δὲ καλῶς καὶ ὁσίως βουλευόμενοι πεποιήκασιν· ἃ γὰρ οὗτοι πεπόνθασι, δείκνυσι μὲν τὴν 90.3 ἀνάγκην, ἣν καὶ οἱ ἄλλοι ἐπίσκοποι πεπόνθασιν. ἔστι δὲ ὑπομνήματα μὲν καὶ στηλογραφία κατὰ τῆς ἀρειανῆς αἱρέσεως καὶ τῆς πονηρίας τῶν συκοφαντῶν, ὑπογραμμὸς δὲ καὶ τύπος τοῖς μετὰ ταῦτα γιγνομένοις «ἀγωνίζεσθαι μὲν ὑπὲρ τῆς ἀληθείας μέχρι θανάτου», ἀποστρέφεσθαι δὲ τὴν ἀρειανὴν αἵρεσιν χριστομάχον οὖσαν καὶ τοῦ ἀντιχρίστου πρόδρομον, μὴ πιστεύειν δὲ τοῖς καθ' ἡμῶν ἐπιχειροῦσι λέγειν. ἀξιόπιστος γὰρ καὶ ἱκανὴ μαρτυρία τῶν τοιούτων καὶ τοσούτων ἐπισκόπων ἡ ὑπὲρ ἡμῶν ἀπολογία καὶ ψῆφος.