Stromata ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ
συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.
πάντων κρατίστην οὐσίαν τολμᾷ τε ἐπέκεινα ἐπὶ τὸν τῶν ὅλων θεόν, οὐκ ἐμπειρίαν τῶν θνητῶν, ἀλλ' ἐπιστήμην τῶν θείων καὶ οὐρανίων ἐπαγγελλομένη, ᾗ συνέπεται καὶ ἡ περὶ τῶν ἀνθρωπείων περί τε τοὺς λόγους καὶ τὰς πράξεις οἰκεία χρῆσις. 1.28.177.2 εἰκότως ἄρα καὶ ἡ γραφὴ τοιούτους τινὰς ἡμᾶς διαλεκτικοὺς οὕτως ἐθέλουσα γενέσθαι παραινεῖ· γίνεσθε δὲ δόκιμοι τραπεζῖται, τὰ 1.28.177.3 μὲν ἀποδοκιμάζοντες, τὸ δὲ καλὸν κατέχοντες· αὕτη γὰρ τῷ ὄντι ἡ διαλεκτικὴ φρόνησίς ἐστι περὶ τὰ νοητὰ διαιρετική, ἑκάστου τῶν ὄντων ἀμίκτως τε καὶ εἰλικρινῶς τοῦ ὑποκειμένου δεικτική, ἢ δύναμις περὶ τὰ τῶν πραγμάτων γένη διαιρετική, μέχρι τῶν ἰδικωτάτων καταβαίνουσα, παρεχομένη ἕκαστον τῶν ὄντων καθαρὸν οἷον 1.28.178.1 ἔστι φαίνεσθαι. διὸ καὶ μόνη αὕτη ἐπὶ τὴν ἀληθῆ σοφίαν χειραγωγεῖ, ἥτις ἐστὶ δύναμις θεία, τῶν ὄντων ὡς ὄντων γνωστική, τὸ τέλειον ἔχουσα, παντὸς πάθους ἀπηλλαγμένη, οὐκ ἄνευ τοῦ σωτῆρος τοῦ καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὁρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδη καὶ τὸ βέλτιστον ἀποδεδωκότος, ὄφρ' εὖ γινώσκοιμεν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. 1.28.178.2 οὗτός ἐστιν ὁ τῷ ὄντι δείξας ὅπως τε γνωστέον ἑαυτούς, οὗτος ὁ τῶν ὅλων τὸν πατέρα ἐκκαλύπτων, ᾧ ἂν βούληται, καὶ ὡς οἷόν τε τὴν ἀνθρωπίνην φύσιν χωρῆσαι νοεῖν· οὐδεὶς γὰρ ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀπο1.28.179.1 καλύψῃ. εἰκότως ἄρα ὁ ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωκέναι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ 1.28.179.2 Χριστοῦ. πρὸς ὃ δύνασθε εἶπεν, ἐπεὶ ᾔδει τινὰς γάλα μόνον 1.28.179.3 εἰληφότας, οὐδέπω δὲ καὶ βρῶμα, αὐτίκα οὐχ ἁπλῶς γάλα. τετραχῶς δὲ ἡμῖν ἐκληπτέον καὶ τοῦ νόμου τὴν βούλησιν, ** ἢ ὡς σημεῖον ἐμφαίνουσαν ἢ ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν ἢ θεσπίζουσαν 1.28.179.4 ὡς προφητείαν. ἀνδρῶν δὲ εὖ οἶδ' ὅτι τὰ τοιαῦτα διακρίνειν τε καὶ λέγειν· οὐ γὰρ δὴ μία Μύκονος ἡ πᾶσα πρὸς νόησιν γραφή, ᾗ φασιν οἱ παροιμιαζόμενοι· διαλεκτικώτερον δὲ ὡς ἔνι μάλιστα προσιτέον αὐτῇ, τὴν ἀκολουθίαν τῆς θείας διδασκαλίας θηρωμένοις.
1.29.180.1 Ὅθεν παγκάλως ὁ παρὰ τῷ Πλάτωνι Αἰγύπτιος ἱερεύς· ὦ Σόλων, Σόλων, εἶπεν, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, οὐδ' ἡντινοῦν ἐν ταῖς ψυχαῖς ἔχοντες δι' ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν, γέρων δὲ 1.29.180.2 Ἑλλήνων οὐκ ἔστιν οὐδείς· γέροντας, οἶμαι, εἰπὼν τοὺς τὰ πρεσβύτερα, τουτέστι τὰ ἡμέτερα, εἰδότας, ὡς ἔμπαλιν νέους τοὺς τὰ νεώτερα καὶ ὑπὸ Ἑλλήνων ἐπιτετηδευμένα, τὰ χθὲς καὶ πρῴην γενό1.29.180.3 μενα, ὡς παλαιὰ καὶ ἀρχαῖα ἱστοροῦντας. ἐπήγαγεν οὖν μάθημα χρόνῳ πολιόν, κατὰ βαρβαρικόν τινα τρόπον ἀπλάστῳ καὶ οὐκ εὐκρινεῖ χρωμένων ἡμῶν τῇ μεταφορᾷ. ἀτεχνῶς γοῦν οἱ εὐγνώμονες 1.29.180.4 ὅλῳ τῷ πλάσματι τῷ τῆς ἑρμηνείας προσίασιν· ἐπὶ δὲ τῶν Ἑλλήνων φησὶ τὴν οἴησιν αὐτῶν <παίδων> βραχύ τι διαφέρειν μύθων· οὐ γὰρ μύθων παιδικῶν ἐξακουστέον οὐδὲ μὴν τῶν τοῖς παισὶ γενομένων 1.29.180.5 μύθων· παῖδας δὲ εἴρηκεν αὐτούς γε τοὺς μύθους, ὡς ἂν μικρὸν διορώντων τῶν παρ' Ἕλλησιν οἰησισόφων, αἰνιττόμενος τὸ μάθημα τὸ πολιόν, τὴν παρὰ βαρβάροις προγενεστάτην· ἀλήθειαν, ᾧ ῥήματι ἀντέθηκε τὸ παῖς μῦθος, τὸ μυθικὸν τῆς τῶν νεωτέρων ἐπιβολῆς διελέγχων ὡς δίκην παίδων μηδὲν πρεσβύτερον ἐχούσης, ἄμφω κοινῶς τοὺς μύθους αὐτῶν καὶ τοὺς λόγους παιδικοὺς εἶναι παριστάς. 1.29.181.1 θείως τοίνυν ἡ δύναμις ἡ τῷ Ἑρμᾷ κατὰ ἀποκάλυψιν λαλοῦσα τὰ 1.29.181.1 ὁράματα φησὶ καὶ τὰ ἀποκαλύμματα διὰ τοὺς διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστι ταῦτα ἢ οὐκ ἔστιν. 1.29.181.2 ὁμοίως δὲ καὶ ἐκ τῆς πολυμαθοῦς περιουσίας ἀποδείξεις ἰσχυροποιοῦσι καὶ βεβαιοῦσι καὶ θεμελιοῦσι τοὺς λόγους τοὺς ἀποδεικτι1.29.181.3 κούς, ὅσον ἔτι αἱ αὐτῶν ὡς νέων φρένες ἠερέθονται. λαμπτὴρ ἄρα ἐντολὴ ἀγαθή, κατὰ τὴν γραφήν, νόμος δὲ φῶς ὁδοῦ· ὁδοὺς γὰρ βιότητος ἐλέγχει παιδεία. 1.29.181.4