50
ἐξ ὧν σοι γράψας ὑπέμνησα συνεῖσα ἔπεχε, μήποτε ἐραστήν σου λυπή- σῃς· ἐπεὶ ὡς θεοῖς καὶ ἐρῶσιν τὰ ἐναντία πράξασα ἀσεβὴς κριθεῖσα τὴν προσήκουσαν ὑφέξει τιμωρίαν· ἐὰν δὲ παντὶ ἐραστῇ ἑαυτὴν παράσχῃς, ὡς θεοὺς μιμουμένη τῆς παρ' αὐτῶν τεύξῃ εὐεργεσίας. τὰ δὲ λοιπά, φιλτάτη, μεμνημένη περὶ ὧν σοι ἐξέφηνα μυστηρίων, διὰ γραμμάτων μοι τὴν σὴν δεῖξον προαίρεσιν. ἔρρωσό μοι. Ἐγὼ τοίνυν λαβὼν τὸ βιβλίον τοῦτο παρὰ τοῦ Ἀππίωνος ὡς ὄντως διαπέμψων αὐτὸ τῇ ἐρωμένῃ, ἐπλασάμην ὡς ἐκείνης πρὸς ταῦτα ἀντιγραψά- σης, καὶ τῇ ὑστεραίᾳ ἐλθόντι αὐτῷ ἀπέδωκα τῷ Ἀππίωνι ὡς δῆθεν τὴν παρ' ἐκείνης ἀντιγραφὴν οὕτως ἔχουσαν· [Ἀντίγραφον ἐπιστολῆς πρὸς Ἀππίωνα ὡς παρὰ τῆς ἐρωμένης.] Θαυμάζω πῶς ἐπὶ σοφίᾳ με ἐπαινέσας ὡς ἀνοήτῳ γράφεις. εἰς γὰρ σὸν πάθος πεῖσαί με θελήσας ἐκ τῶν περὶ τοὺς θεοὺς μυθολογημάτων ἐποιήσω τὰ παραδείγματα, ἔρωτα τὸν πάντων πρεσβύτατον (ὡς ἔφης) ἐπὶ πάντων θεῶν καὶ ἀνθρώπων βλασφημῆσαι μὴ φοβηθείς, ὅπως τὴν ἐμὴν φθείρῃς ψυχὴν καὶ τὸ ἐμὸν σῶμα περιυβρίσῃς. ἔρως γὰρ θεῶν οὐκ ἔστιν ἀρχηγέτης ὁ ἐν ταῖς ἐπιθυμίαις. εἰ γὰρ ἑκὼν ἐπιθυμεῖ, αὐτός ἐστιν ἑαυτοῦ πάθος καὶ κόλασις, καὶ θεὸς οὐκ ἂν εἴη ὁ πάσχων ἑκών· εἰ δὲ ἄκων ἐρᾷ τῆς μίξεως καὶ τὰς ἡμετέρας διερχόμενος ψυχὰς ὥσπερ δι' ὀργάνων τῶν ἡμετέρων σωμάτων εἰς τὰς τῶν νοητῶν φέρεται συνουσίας, ὁ τοῦτον ἐρᾶν ποιῶν καὶ φέρων μείζων αὐτοῦ τυγχάνει· καὶ πάλιν αὐτοῦ ἐκείνου τοῦ φέροντος ἑτέρῳ πόθῳ φερο- μένου, μείζων ἄλλος ὁ φέρων ἐκεῖνον εὑρίσκεται καὶ εἰς ἀπέραντον ἐπανα- φορὰ τῶν ἐρώντων γίνεται, ὅ ἐστιν ἀδύνατον. οὕτως οὐκ ἔστιν οὔτε ὁ φέρων οὔτε ὁ φερόμενος, ἀλλ' αὐτοῦ τοῦ ἐρῶντος τὸ ἐπιθυμητικόν ἐστιν πάθος, ἐλπίδι αὐξόμενον καὶ ἀπογνώσει μειούμενον. οἱ δὲ κρατεῖν αἰσχρᾶς ἐπιθυμίας μὴ βουλόμενοι τῶν θεῶν καταψεύδονται, ἵνα περὶ ὧν πράττου- σιν τοὺς θεοὺς ὡς προτέρους δράσαντας ὑποδεικνύντες ἀπαλλάσσωνται τῆς μέμψεως. εἰ γὰρ παιδοποιίας ἕνεκεν καὶ οὐκ ἀσελγείας οἱ λεγόμενοι θεοὶ τὰς μοιχείας ἐπετέλουν, τί καὶ τοῖς ἄρσεσιν ἐμίγνυντο; ἀλλὰ χα- ριζόμενοι (φησίν) ταῖς ἐρωμέναις κατηστέριζον αὐτάς. οὐκοῦν πρὸ τούτου οὐκ ἦσαν ἀστέρες, μέχρις ὅτε ἀσελγείας προφάσει ὑπὸ μοιχῶν ὁ οὐρα- νὸς ἄστροις ἐκοσμήθη; πῶς δὲ καὶ οἱ τῶν κατηστερισμένων ἔκγονοι ἐν ᾅδου κολάζονται, ὅ τε Ἄτλας βαρούμενος καὶ ὁ Τάνταλος δίψῃ ἀνιώμε- νος καὶ ὁ Σίσυφος ἐρείδων πέτραν, Τιτυὸς τὰ σπλάγχνα διορυττόμενος, Ἰξίων περὶ τροχὸν ἀπαύστως κυλινδούμενος; πῶς δὲ καὶ οἱ ἐρασταί, θεοὶ ὄντες, οὓς ἐμίαναν κατηστέριζον, ἑαυτοῖς τοῦτο μὴ χαρισάμενοι; οὐκ ἄρα ἦσαν θεοί, ἀλλὰ τυράννων αἰνίγματα. Κρόνου γὰρ ἐν τοῖς Καυκασίοις ὄρεσιν (οὐκ ἐν οὐρανῷ ἀλλ' ἐν γῇ) τάφος τις δείκνυται, ἀνδρὸς ἀγρίου καὶ τεκνοβόρου. ἀλλὰ καὶ τοῦ ἀσελγοῦς ∆ιός, τοῦ μυθικοῦ, τοῦ ὁμοίως τὴν θυγατέρα Μῆτιν καταπιόντος, ἐν Κρήτῃ θεωρεῖται τάφος. καὶ ἐν τῇ Ἀχερουσίᾳ δὲ λίμνῃ Πλούτωνος καὶ Ποσειδῶνος <ἐν ΤΉνῳ>, Ἡλίου δὲ ἐν Ἄτροις καὶ Σελήνης ἐν Κάρραις, Ἑρμοῦ δὲ ἐν Ἑρ- μουπόλει, Ἄρεως ἐν Θρᾴκῃ, Ἀφροδίτης ἐν Κύπρῳ, ∆ιονύσου ἐν Θήβαις