1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

50

τοσοῦτον λαὸν ἐπιφέρῃ μετὰ σεαυτοῦ;" Ἐσκέπτοντο γὰρ διὰ τὸ ἀποθανεῖν Ἀδρανασὲ τὸν κουροπαλάτην, ὅτι μήπως ὁ βασιλεὺς τὸν Κουρκένιον ὀφείλει τιμῆσαι κουροπαλάτην, ἐπειδὴ ἀναμεταξὺ οἱ τοῦ Ἀδρανασὲ τοῦ κουροπαλάτου παῖδες, τοῦ πατρὸς αὐτῶν τελευτησάντος, φιλονικίας τινὰς ἔσχον μετὰ τοῦ ἐξαδέλφου αὐτῶν. ∆ιὰ τὸ καὶ τὸν πρῶτον ἄνθρωπον αὐτοῦ ἀπολῦσαι μετὰ μεγάλου κανισκίου τὸν Κουρκένιον πρὸς τὸν βασιλέα, ἐξαιτούμενον τὸ κουροπαλατίκιν ἢ τὸ μαγιστρᾶτον, ὑπέλαβον οἱ τέσσαρες ἀδελφοί, ἤγουν οἱ τοῦ Ἀδρανασὲ τοῦ κουροπαλάτου παῖδες, ὅτι διὰ τὸ ποιῆσαι τὸν Κουρκένιον κουροπαλάτην ἀπέρχεται ἐκεῖσε. Ὁ δὲ πατρίκιος Κωνσταντῖνος ἀπελογήσατο, ὅτι· "∆ιὰ τὸ μέλλειν με τιμῆσαι τὸν Κουρκένιον μάγιστρον ἐπιφέρομαι καὶ τὸν τοσοῦτον λαόν." Καὶ ἀπελθόντος τοῦ αὐτοῦ πατρικίου Κωνσταντίνου εἰς τὴν χώραν τοῦ Κουρκενίου, ἐτίμησεν αὐτὸν μάγιστρον καὶ ἀποχαιρετίσας αὐτὸν ***, ὅτι· "Ἀπέρχομαι εἰς τὸν ∆αυὶδ τὸν μάγιστρον." Εἶχεν δὲ ὁ αὐτὸς πατρίκιος Κωνσταντῖνος καὶ πρὸς τὸν ∆αυὶδ κέλευσιν ἀπὸ τοῦ βασιλέως καὶ ξένια. Καὶ εἰσῆλθεν εἰς τὸ κάστρον τοῦ πατρικίου Ἀσωτίου, τοῦ καὶ Κισκάση, εἰς τὸ Ἀρδανούτζιν, καὶ δέδωκεν αὐτῷ τὴν πρὸς αὐτὸν τοῦ βασιλέως κέλευσιν οὐ περὶ τοῦ κάστρου Ἀρδανουτζίου περιέχουσάν τι, ἀλλὰ περὶ ἑτέρων ὑποθέσεων. Εἶπεν δὲ πρὸς αὐτὸν ὁ πατρίκιος Κωνσταντῖνος, ὅτι· "Κἂν μὲν ἡ κέλευσις οὐδὲν περιέχει περὶ τοῦ κάστρου Ἀρδανουτζίου, ἀλλ' οὖν τοῦ μοναχοῦ Ἀγαπίου πρὸς τὸν βασιλέα εἰσελθόντος καὶ ἀναγγείλαντος αὐτόν, ὅσα καὶ παρήγγειλας αὐτὸν περὶ τοῦ κάστρου Ἀρδανουτζίου, διὰ τοῦτο καὶ ἀπέστειλέν με, ὅπως παραλάβω τὸ κάστρον καὶ εἰσαγάγω ἐν αὐτῷ, ὅνπερ περιφέρομαι λαόν." Καὶ ἐπειδή, καθὰ προείρηται, εἶχεν ἔχθραν ὁ πατρίκιος Ἀσώτιος, ὁ καὶ Κισκάσης, μετὰ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ Κουρκένη, προεθυμήθη δοῦναι τὸ κάστρον αὐτοῦ μᾶλλον τὸν βασιλέα. Ὁ δὲ πατρίκιος Κωνσταντῖνος εἶχεν παρ' ἑαυτῷ φλάμμουλα, καὶ ἐπιδέδωκεν τῷ πατρικίῳ Ἀσωτίῳ, τῷ καὶ Κισκάσῃ. Ὁ δὲ βαλὼν αὐτὸ εἰς κοντάριον, ἐπιδέδωκεν τῷ πατρικίῳ Κωνσταντίνῳ εἰπών, ὅτι· "Ἐπίστησον αὐτὸ ἄνωθεν εἰς τὸ τεῖχος, ἵνα γνῶσιν πάντες τοῦ βασιλέως εἶναι ἀπὸ τῆς σήμερον ἡμέρας τὸ τοιοῦτον κάστρον." Καὶ τοῦτο ποιήσας ὁ πατρίκιος Κωνσταντῖνος καὶ τὸ φλάμμουλον ἐπιστήσας ἄνωθεν τοῦ τείχους καὶ τοὺς βασιλεῖς τῶν Ῥωμαίων κατὰ τὸ εἰωθὸς εὐφημήσας, πᾶσιν ἐγένετο γνωστόν, ὅτι τὸ κάστρον τὸ Ἀρδανούτζιν ἀπεχαρίσατο ὁ πατρίκιος Ἀσώτιος, ὁ καὶ Κισκάσης, τὸν βασιλέα. Ὁ οὖν ∆αυίδ, ὁ μέγας, τὴν ἑαυτοῦ χώραν οὐκ ἐδίδου τὸν βασιλέα, κἂν τάχα συνορῇ τὴν τοῦρμαν τοῦ Ἀκαμψῆ καὶ τῇ Μουργούλῃ. Ὁ οὖν πατρίκιος Κωνσταντῖνος ἀνήγαγε πρὸς τὸν βασιλέα, ἐξαποστείλας δύο ἀναφοράς, τὴν μὲν μίαν περιέχουσαν, ὅπως ἐτίμησεν τὸν Κουρκένην μάγιστρον, καὶ ὅπως ὁ Κουρκένιος ἀπεδέξατο τὸ μαγιστρᾶτον, καὶ εὐφήμησεν τὸν βασιλέα, τὴν δὲ ἑτέραν περιέχουσαν περὶ τοῦ κάστρου Ἀρδανουτζίου, καὶ ὅπως τοῦτο παρέλαβεν παρὰ τοῦ πατρικίου Ἀσωτίου, τοῦ καὶ Κισκάση, καὶ ὅτι μεγάλην διαφορὰν καὶ ἔχθραν ἔχουσιν πρὸς ἀλλήλους ὅ τε πατρίκιος Ἀσώτιος μετὰ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ μαγίστρου Κουρκενίου, καὶ ἵνα ἀποστείλῃ ὁ βασιλεὺς βοήθειαν τοῦ ταξατεῦσαι τὸ τοιοῦτον κάστρον, καὶ ὅτι, εἰ ἐνδέχεται, ἔλθῃ καὶ ὁ δομέστικος τῶν σχολῶν. Ταῦτα ἰδόντες οἱ Ἴβηρες, ὅ τε μάγιστρος Κουρκένιος καὶ ὁ μάγιστρος ∆αυίδ, ὁ ἀδελφὸς τοῦ κουροπαλάτου Ἀσωτίου, ἔγραψαν πρὸς τὸν βασιλέα, ὅτι· "Εἰ τοῦτο καταδέξηται ἡ βασιλεία σου, καὶ εἰσέλθῃ μέσον τῆς χώρας ἡμῶν, ἐξερχόμεθα τῆς δουλώσεως τῆς βασιλείας σου, καὶ γινόμεθα μετὰ τῶν Σαρακηνῶν, ἐπειδὴ ἔχειν ἔχομεν μετὰ τῶν Ῥωμαίων μάχας καὶ πολέμια, καὶ βιαζόμενοι κινῆσαι ἔχομεν φοσσᾶτον κατά τε τοῦ κάστρου Ἀρδανουτζίου καὶ τῆς χώρας αὐτοῦ καὶ αὐτῆς τῆς Ῥωμανίας." Ταῦτα καὶ διὰ τῶν γραμμάτων τῶν προρρηθέντων ἀρχόντων ἀναμαθὼν καὶ παρὰ τῶν ἀποσταλέντων παρ' αὐτῶν ἀνθρώπων ἀκηκοὼς καὶ πτοηθείς, μήπως γένωνται μετὰ τῶν Σαρακηνῶν καὶ ἐξαγάγωσι τὰ τῆς Περσίας φοσσᾶτα κατὰ Ῥωμανίας, ἠρνήσατο