1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

50

ζῴου κεκτημένος· καὶ πάλιν αὖ κεφαλὴ ἀνθρώπειος καὶ ἄλλων τινῶν ζῴων μέρη, πῆ μὲν ὑποκείμενα, πῆ δὲ ἐπικείμενα· δι' ὧν δηλοῦσιν ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα ἀλλήλοις κοινωνεῖ καὶ σύντροφα ἡμῖν καὶ τιθασά ἐστιν τῶν θηρίων τὰ ἄγρια οὐκ ἄνευ τινὸς θείας βουλήσεως. 3.4.8 ὅθεν καὶ ὁ λέων ὡς θεὸς θρησκεύεται καὶ μέρος τι τῆς Αἰγύπτου, ὃ καλοῦσιν νομόν, ἐπώνυμον ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσιρίτην, ἄλλο δὲ Κυνοπολίτην. τὴν γὰρ ἐπὶ πάντα δύναμιν <τοῦ θείου> διὰ τῶν συννόμων ζῴων ὧν ἕκαστος 3.4.9 τῶν θεῶν παρέσχεν ἐθρήσκευσαν. ὕδωρ δὲ καὶ πῦρ σέβονται, τὰ κάλλιστα τῶν στοιχείων, ὡς ταῦτα αἰτιώτατα τῆς σωτηρίας ἡμῶν, καὶ ταῦτα δεικνύντες ἐν τοῖς ἱεροῖς, ὥς που ἔτι καὶ νῦν ἐν τῇ ἀνοίξει τοῦ ἁγίου Σαράπιδος ἡ θεραπεία διὰ πυρὸς καὶ ὕδατος γίνεται, λείβοντος τοῦ ὑμνῳδοῦ τὸ ὕδωρ καὶ τὸ πῦρ φαίνοντος, ὁπηνίκα ἑστὼς ἐπὶ τοῦ οὐδοῦ τῇ πατρίῳ τῶν Αἰγυπτίων 3.4.10 φωνῇ ἐγείρει τὸν θεόν. ταῦτ' οὖν σέβονται [τὰ μέτοχα] καὶ πλεῖον τούτων ἐσέφθησαν τὰ ὡς ἐπὶ πλέον τῶν ἱερῶν μέτοχα. τοιαῦτα δὲ πάντα τὰ ζῷα, ἐπεὶ καὶ ἄνθρωπον σέβουσιν κατὰ Ἄναβιν κώμην, ἐν ᾗ καὶ τούτῳ θύεται καὶ 3.4.11 ἐπὶ τῶν βωμῶν τὰ ἱερὰ ἐκκάεται· ὁ δὲ μετ' ὀλίγον φάγοι ἂν τὰ ἰδίᾳ αὐτῷ ὡς ἀνθρώπῳ παρεσκευασμένα. ὡς οὖν ἀνθρώπου ἀφεκτέον, οὕτω καὶ τῶν 3.4.12 ἄλλων. ἔτι δὲ ἐκ περιττῆς σοφίας καὶ τῆς περὶ τὸ θεῖον συντροφίας κατέλαβόν τισι τῶν θεῶν προσφιλῆ τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώπων, ὡς ἡλίῳ ἱέρακα σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύματος, οἰκτείροντα δὲ καὶ ἄνθρωπον καὶ κωκύοντα ἐπὶ νεκρῷ κειμένῳ γῆν τε ἐπαμώμενον.» Καὶ μετὰ βραχέα φησί· 3.4.13 «Κάνθαρον δὲ ἀμαθὴς μὲν βδελυχθείη ἂν ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύπτιοι δὲ ἐσέφθησαν ὡς εἰκόνα ἡλίου ἔμψυχον. κάνθαρος γὰρ πᾶς ἄρρην καὶ ἀφιεὶς τὸν θορὸν ἐν τέλματι καὶ ποιήσας σφαιροειδῆ τοῖς ὀπισθίοις ἀνταναφέρει 3.4.14 ποσίν, ὡς ἥλιος οὐρανόν, καὶ περίοδον ἡμερῶν ἐκδέχεται σεληνιακήν. οὕτω δὲ καὶ περὶ κριοῦ τι φιλοσοφοῦσιν καὶ ἄλλο τι περὶ κροκοδείλου περί τε γυπὸς καὶ ἴβεως καὶ ὅλως καθ' ἕκαστον τῶν ζῴων, ὡς ἐκ φρονήσεως καὶ τῆς ἄγαν θεοσοφίας ἐπὶ τὸ σέβας ἐλθεῖν καὶ τῶν ζῴων.» 3.5.1

εʹ. ΟΤΙ ΚΑΙ ΤΑΥΤΑ ΠΑΣΗΣ ΥΠΗΡΧΕΝ ΜΕΣΤΑ ΚΑΤΑΓΝΩΣΕΩΣ Τοιαῦτα καὶ τὰ περὶ τῆς γενναίας τῶν σοφῶν Αἰγυπτίων φυσιολογίας τέθειται ὁ δεδηλωμένος, Αἰγυπτίων διασαφήσας ἡμῖν τὰ ἀπόρρητα, ὅτι τε ὕδωρ καὶ πῦρ σέβουσιν καὶ μία λογικῶν καὶ ἀλόγων οὐ μόνον σωμάτων, ἀλλὰ καὶ ψυχῆς οὐσία κέκριται εἶναι παρ' αὐτοῖς, ὡς εὐλόγως αὐτῷ δοκεῖν θεοὺς 3.5.2 ἀνηγορεῦσθαι τὰ θηρία. καίτοι πῶς οὐ παραλογώτατον εἰς θεοποιίαν παραλαμβάνειν τὴν ἄλογον καὶ θηριώδη φύσιν διὰ τὸ τῆς ἴσης, ὥς φασιν, ἀνθρώποις μετέχειν ψυχῆς; ἐχρῆν γάρ, εἴπερ ἄρα, ἀνθρώπους καὶ αὐτὰ 3.5.3 ἡγεῖσθαι καὶ τῆς ἀνθρωπείας αὐτοῖς δόξης τε καὶ τιμῆς μεταδιδόναι. οἱ δὲ τοῦτο μὴ πράξαντες, τὰ πρὸς αὐτῆς τῆς φύσεως ἄλογα θηρία γενόμενα καὶ ταύτην εἰληχότα τὴν ἐπωνυμίαν καὶ οὐδὲ τῆς ἀνθρώπων προσρήσεως ἠξιωμένα οὐδ' ὁμοίως ἀνθρώποις ἠξίωσαν ἀποδέξασθαι· τὴν ἀνωτάτω δὲ τοῦ παμβασιλέως προσηγορίαν καὶ τοῦ τῶν ἁπάντων δημιουργοῦ θεοῦ φέροντες εἰς τὴν θηρίων φύσιν καταβεβλήκασιν καὶ θεοὺς ἐπεφήμισαν ἃ 3.5.4 μηδὲ τῆς ἀνθρώπων πρὸς αὐτοῦ τοῦ θεοῦ κατηξίωται προσηγορίας. ἐπὶ τούτοις ἀκήκοας καὶ τῆς θεοσοφίας τῆς μυστικῆς, δι' ἣν οἱ θαυμάσιοι τῶν Αἰγυπτίων λύκους καὶ κύνας καὶ λέοντας ἐσεβάσθησαν· ἔγνως καὶ τοῦ κανθάρου τὸ θαῦμα καὶ ἱέρακος τὴν ἀρετήν· μὴ δὴ γέλα τοῦ λοιποῦ τοὺς θεούς, ἐλέει δὲ τῆς πολλῆς εὐηθείας καὶ ἀβλεψίας τὸ τρισάθλιον ἀνθρώπων γένος. 3.5.5 καὶ δὴ σκόπει τὰ πάντα περιαθρῶν οἵων ἡμῖν ἀγαθῶν παρέστη δοτὴρ ὁ Χριστὸς τοῦ θεοῦ, τοιαύτης νόσου μακρᾶς τε καὶ