ταυτόν ἐστιν εἰπεῖν, ἀνεβάλλετο καὶ ἀνενείκατο καὶ ἀνεφύσησε. μουσικὴ γὰρ λέξις καὶ ἡ ἀναφύσησις. φησὶ γοῦν Παυσανίας, ὅτι γρόνθων, ἀναφύσησίς τις ἣν πρώτως μανθάνουσιν οἱ αὐληταί. τούτοις δὴ συνεπιλεκτέον καὶ ὅτι τὸ βάλλειν, ποτὲ μὲν, φυλάσσει τὸ ἄλφα ἐν ταῖς ἀπ' αὐτοῦ κινήσεσι. ποτὲ δὲ, ἀντ' αὐτοῦ ἔχει τὸ ˉο ἴσως μὲν, τοῦ ἄλφα τραπέντος εἰς αὐτὸ, ἴσως δὲ καὶ προϋποκειμένου ἀῤῥήτου ῥήματος τοῦ βέλλω ἐξ οὗ τὸ βέλος. παράδειγμα τῶν μὲν φυλασσόντων τὸ ἄλφα, ἡ βαλιὰ ἔλαφος. καὶ τὸ ἀρσενικὸν αὐτῆς ὁ βαλιὸς ὀξυτόνως. καὶ βαλιὸς ἵππος βαρυτόνως, ὁ τοῦ Ἀχιλλέως. καὶ βαλάντιον. καὶ ἀρύβαλος ὁ πρὸ βραχέων γραφείς. τῶν δὲ ἐχόντων ἀντεγκείμενον τὸ ˉο, ἡ βολὴ, καὶ ἡ βολὶς, καὶ ὁ ἔμβολος. καὶ ὁ ἀναγεγραμμένος διάβολος. κατὰ δὲ τὴν τοιαύτην ἀκολουθίαν τοῦ βάλλειν, καὶ τὸ λέπω, πῇ μὲν φυλάσσει τὸ ˉε, πῇ δὲ ἀντιπαρακείμενον ἔχει τὸ ˉο καθὰ καὶ ἐν τοῖς ἑξῆς φανεῖται. ὅτι δὲ τὸ ˉα εἰς ˉο μεταβάλλεται, δηλοῖ σὺν ἄλλοις καὶ ἡ ἀσταφίς. λέγεται γὰρ καὶ ὀσταφίς. οὕτω δὲ καὶ ἡ μαλάχη, μολόχη ὡς καὶ ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. οἷον, τρώγοντας μολόχης ῥίζαν. καὶ πάμα, πρᾳότερος ἔγωγε μολόχης. (ῃερς. 158.) Ὅτι μυστηριαζομένῳ οἰκεῖον τὸ, ἄγχι σχὼν κεφαλὴν ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι. τὸ δὲ πευθοίατο μετὰ τῶν ἐφεξῆς τοῦ ἰδοίατο καὶ ἀρησαίατο, ποιητικὸν κάλλος ἐν παρισώσει ποιεῖ. (ῃερς. 159.) Ὅτι ὁ εὐλαβῶς σκώπτων, προοιμιάσαιτο ἄν ποτε πρὸς τὸν ἀκροατὴν, οὕτω. ξεῖνε φίλε, εἰ καί μοι νεμεσήσεαι ὅττικεν εἴπω; λέγει δὲ τοῦτο Τηλέμαχος πρὸς τὸν Μέντην, ὅτε πρινὴ ἐρωτηθῆναι ὑπὸ τῆς Ἀθηνᾶς, σκώπτει τοὺς μνηστῆρας. ἐμφαίνοντος τοῦ ποιητοῦ, φορτικὸν εἶναι τὸ ἁπλῶς κωμῳδεῖν. (ῃερς. 162.) Ὅτι τὸ, βίον ἀνέρος οὗ δήπου λευκὰ ὀστέα πύθεται ὄμβρῳ κείμενα 1.44 ἐπ' ἠπείρου ἢ εἰν ἁλὶ κῦμα κυλίνδει, σχῆμά ἐστι περιφράσεως. βούλεται γὰρ εἰπεῖν, βίον ἀνδρὸς ὃς ἐν πλάνῃ θανὼν, οὐκ ἐτάφη. τοῦ γὰρ τοιούτου ἀνδρὸς, ἢ ἐν χέρσῳ ἢ ἐν θαλάσσῃ τὰ ὀστᾶ. Ἐνταῦθα δὲ τὸ ἀνέρος, ἐκτείνει τὴν ἄρχουσαν ὡς καὶ ἀλλαχοῦ. ἐν δὲ ἑτέροις τόποις, τὸ αὐτὸ καὶ συστέλλεται, Τὸ δὲ δή που νῦν μὲν τοπικῶς κεῖται. ἄλλως δὲ παρὰ τοῖς ὕστερον Ἀττικοῖς, καὶ αὐτὸ καὶ τὸ δήπουθεν, βεβαιωτικά εἰσιν. ὥσπερ τὸ δηλαδή. καὶ τὸ πάντως. καὶ τὸ ἀμέλει. καὶ αὐτὸ γὰρ ὡς τὰ πολλὰ καθάπερ ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἀντὶ τοῦ πάντως λαμβάνεται, συγκατάθεσιν δηλοῦν. τὸ μέντοι δῆθεν, ἀλλ' αὐτὸ δισταγμοῦ ἐστιν ἐπίῤῥημα. Λευκὰ δὲ ὀστέα λέγει ὡς καὶ ἐν Ἰλιάδι λευκὸν ὀδόντα συὸς, κατὰ κοινὸν ἐπίθετον. καί τοι τινὲς ὑπώπτευσαν, πρὸς ἀντιδιαστολὴν λέγεσθαι, διὰ τὸ καὶ μέλανα ὀστᾶ φαίνεσθαι εἶναι καθά τινες ἐν Ἰλιάδι ἀνέγνων, ἀετοῦ μελανόστου θηρητῆρος, τουτέστιν ὀστᾶ μέλανα ἔχοντος. ὅπερ ἀντιλέγεται. οὕτω καὶ κρῖ λευκὸν εἰπόντος τοῦ ποιητοῦ, δοκεῖ τισι, πρὸς διαστολὴν κρίμνου μέλανος οὕτω ῥηθῆναι. ὡς ὄντος καὶ τοιούτου ἀληθῶς ἔν τισι τόποις, οἷον καὶ τοῖς περὶ Λυκαονίαν. ὁ δὲ ποιητὴς, ἔοικεν ἁπλοϊκῶς καὶ τοῦτο εἰπεῖν, ἐπειδὴ τὸ κρῖμνον οὗ παράγωγον ὁ κριμνίτης πλακοῦς καθὰ καὶ σταιτίτης ὁ ἀπὸ σταιτὸς καὶ μέλιτος, σίτου λευκότερον. (ῃερς. 163.) Τὸ δὲ κυλίνδω, ἀεὶ παρὰ τῷ ποιητῇ βαρύνεται. εἰ καὶ παρὰ τοῖς ὕστερον περισπᾶται. οἳ κυλινδεῖσθαί φασι καὶ τὰ ὅμοια. Τὸ δὲ ἐν ἁλὶ, εἰν ἁλὶ ὁ ποιητὴς λέγει κατὰ συνήθη ἐπένθεσιν τοῦ ἰῶτα. Ἰστέον γὰρ ὅτι ἡ ˉεˉν πρόθεσις ταῖς μὲν δισυλλάβοις ἐξομοιοῦται προθέσεσι, τῇ ἐπεκτάσει. οἷον, ἐνὶ προθύροις Ὀδυσῆος. ταῖς δὲ μακραῖς μονοσυλλάβοις, τῇ ῥηθείσῃ τοῦ ˉι ἐπενθέσει. ταῖς δὲ λοιπαῖς, καθ' ἑαυτὴν οὖσα. (ῃερς. 164.) Ὅτι προϊὼν μὲν ὁ ποιητὴς, ἐρεῖ. ὡς ἐὰν Ὀδυσσεὺς εἰς τὰ ἑαυτοῦ ἔλθῃ, τὰ τοῦ οἴκου θύρετρα καὶ μάλα εἰς εὖρος ἀναπεπταμένα, στενοχοροῖντο ἂν τοῖς μνηστῆρσι τεθορυβημένως φεύγουσιν. Ὀδυσσεὺς δὲ πρός τινα λαλῶν λέγει. μὴ σύγε τύχης ἐνταῦθα ὅτε Ὀδυσσεὺς ἔλθοι. νῦν δὲ ἄλλως φράζων τὴν ἐσομένην τῶν μνηστήρων ἀγωνίαν, φησίν. (ῃερς. 164.) ἐὰν ἐκεῖνον ἴδοιεν νοστήσαντα, εὔξαιντο ἂν ἐλαφρότεροι πόδας εἶναι ἤπερ ἀφνειότεροι χρυσοῦ τε ἐσθῆτός τε, καὶ ἔστιν ἀστεῖος πάνυ ὁ λόγος οὗτος. θέλουσι μὲν γὰρ αὐτοὶ, βαρεῖσθαι πολλῷ χρυσῷ καὶ ἐσθῆτι. ἴσως μὲν, κειμηλίοις.