παραλήγοντα, ὡς τὸ ὥσει καὶ οἱονεί. 9Ὠκυτόκειον9: ει δίφθογγος· καὶ γὰρ ὠκυτοκεύς. 9Ὠδεῖον9: ει δίφθογγος, ὡς γράφω, γραφεῖον· πέμπω, πομ-πεῖον· ᾄδω, ᾠδεῖον. 9Ὤκειλεν9: ει δίφθογγος, ἐπὶ τοῦ προσωθῆναι ναῦν. 9Ὠτειλή9: Ὠτέλλω γὰρ οἱ Αἰολεῖς τὰ τραύματα· Ἀττικοὶ δὲ οὐλὴν λέγουσιν. 9Ὠψεῖον9: Ὀπτικῶς εἶχον· εἴρηται δὲ καὶ ὤψεον. ἐγὼ δέ τοι καὶ πάλιν ὄψεον. 281 9Ὠιαί9: Σὺν τοῦ ι ἡ παράδοσις, ὅτε σχετλιασμοῦ ἐστιν ἐπίῤ-ῥημα. 9Ὠνηματιαῖοσ9: αι ἡ παράδοσις. 9Ὠπιδαῖοσ9: αι, καὶ προπερισπᾶται· ἔστιν δὲ ἐπὶ ἔθνους. 9Ὡραῖα9, καὶ 9Ὡραῖοσ9, καὶ 9Ὡραιέστατοσ9: αι δίφθογγος ὅλα ἡ παράδοσις. 9Ὡριαίνεσθαι9: αι δίφθογγος· ἀπὸ τοῦ ὡραΐζεσθαι· 9Ὠσφραί-νεται9. 9Ὠχραίνεται9: αι δίφθογγος, ἀντὶ τοῦ ὠχρειά. 9Ὠδίν9: ι, ὡς δικατάληκτον. 9Ὠδή9: Μετὰ τοῦ ι, παρὰ τὸ ᾄδω, ἀοιδὴ καὶ ᾠδή. 9Ωἶα9: Τὸ τοῦ χιτῶνος ἄκρον, μετὰ τοῦ ι ἡ παράδοσις. 9Κωμωιδός· Μελωιδός· Ῥαψωιδόσ9: Σὺν τῷ ι παρὰ τὸ ᾠδή. 9Ὠιόν9: Τὸ τῆς ὄρνις σὺν τοῦ ι. 9Ωἶμοι9: ∆ιχῶς ἐκ τοῦ οἴμμοι. 9Ὦτε9: Σὺν τῷ ι, ἀντὶ τοῦ ὡσειτε. 9Ὠδίσ9: ∆ιὰ τοῦ ι τῆς καταλήξεως ἕνεκεν. 9Ὠμώσ9: Ὑποδύτης καλεῖται ὁ ἔσωθεν χιτωνίσκος· ἐπενδύ-της δὲ ὁ ἔξωθεν. 9Πάλιν9: Ἐπίῤῥημα συντακτικόν· 9Ἀνάστα9· ἐπίῤῥημα παρα-κελεύσεως· 9Ἀμέλει9· ἐπίῤῥημα συλλήψεως· ἀντὶ τοῦ διὰ τοῦτο. 9Τί9· ἐπίῤῥημα ἀπορητικόν. 9Πολύ9: Ἐπίῤῥημα ποσότητος δηλωτικόν. 9Ἆρα· Ἄνμοι9: Ἐπιῤῥήματα ἀποῤῥητικά· 9Οὐκοῦν9· σύν-δεσμος ἐναντιωματικός· ὁμοίως καὶ 9Λοιπόν9. 9Σχεδόν9: Ἐπίῤῥημα συγκριτικὸν, σημαίνει δὲ παρὰ μικρόν. 9Οἴμμοι9, καὶ 9Ὦιμοι9, καὶ 9Οὐαί9: Ἐπιῤῥήματα σχετλια-στικά· 9Ἅπαξ9 ἀριθμοῦ δηλωτικόν. 20Χριστὲ ἀεί μοι δίδου χάριν20.