50
εἰς αὐτὸν εὐνοίας παρὰ τῆς ἐκ Βυζαντίου στρατιᾶς ἐζημίωνται τοῦ χειμῶνος τὴν χώραν κατατρεχόντων, εὐεργεσίαις 1.144 καὶ εὐχαριστίαις ἀμειψόμενος. ἐγγὺς δὲ Σηλυβρίας γενομένοις ἔδοξε καταβάντας τῶν ἵππων διαναπαύσασθαι μικρόν. στρατοπεδεύονται δὴ παρὰ τῷ φρουρίῳ Σάκκων, πολεμίῳ μὲν ὄντι διὰ τὸ Συργιάννῃ μὲν προσχωρῆσαι, καὶ τοὺς ἐκ Βυζαντίου στρατιώτας ἐπὶ τῷ Σηλυβριανοὺς ὑπερδέχεσθαι κατατρέχειν· καταφρονουμένῳ δὲ ἄλλως διά τε τὴν ὀλιγότητα καὶ ἀπειρίαν τῶν ἐνοικούντων, ἀγρόται γὰρ ἦσαν πάντες γηπόνοι, καὶ τὴν φαυλότητα τῶν τειχῶν. οἱ δ' ἐν αὐτῷ τῷ φρουρίῳ ἐγκεκλεισμένοι, ὥσπερ ἀγνοήσαντες ἑαυτοὺς καὶ τῶν περικειμένων ὡς οὐδενῶν καταφρονοῦντες, ὕβριζόν τε ἀπὸ τοῦ τείχους καὶ πολλὰς κατέχεον λοιδορίας καὶ βασιλέως καὶ τῶν συνόντων. γελάσας δὲ ἐφ' οἷς ὑβρίζετο ὁ βασιλεὺς, εἰ οἶνος εἴη πολὺς παρ' αὐτοῖς, ἐπυνθάνετο τῶν παρόντων· τῶν δὲ οὐδ' ἀρκούντως εὐπορεῖν ὕδατος ἀποκριναμένων, «οὐκοῦν» ἔφη «τῶν μελαγχολᾷν ποιουσῶν ἐνεπλήσθησαν βοτανῶν.» κελεύσας δὲ αὐτοῖς τινα παραινέσαι καὶ σωφρονεῖν καὶ σιγᾷν, αὐτὸς ἅμα τοῖς ἄρχουσι πρὸς ἐπίσκεψιν ἐξῄεσαν τῶν σκοπῶν. οἱ δὲ δυστυχεῖς ἐκεῖνοι Σάκκιοι οὐδὲν μᾶλλον ὑφίεσαν τῶν ὕβρεων καὶ τῶν φωνῶν, ἀλλ' ἐχρῶντο πάσῃ δυνάμει. τὸ δὲ τῶν στρατιωτῶν οἰκετικὸν πρὸς τὴν ὑπερβολὴν τῶν ὕβρεων ἀχθεσθέντες, αὑτοῖς ἠξίουν τοὺς δεσπότας ἐπιτρέψαι τὸ ἔργον. ἐπιτρεψάντων δὲ αὐτῶν, ἐπιδραμόντες εἷλον αὐτοβοεὶ, πανταχόθεν ὑπερβάντες τὸ τεῖχος, ἦν γὰρ εὐάλωτον, τοῖς προστυχοῦσι χρησάμενοι ξύλοις 1.145 ἀντὶ κλιμάκων, καὶ πρὸς διαρπαγὴν ἐτράποντο τῶν ἔνδον. εἴσω δὲ μιᾶς οἰκίας ἀνημμένου πυρὸς, ἀνελθόντων ἐπ' αὐτὴν πολλῶν, κατέπεσε τὸ τέγος ἐπὶ τοῦ πυρός· ἐκ χόρτων δὲ ξηρῶν οὔσης ἐστεγασμένης, φλὸξ ἀνήφθη παραχρῆμα λαμπρὰ, εὐθὺς δὲ προσεπελάβετο καὶ τῶν ἄλλων· ἦσαν γὰρ ὁμοίως αὐτῇ κατεσκευασμέναι. πύλης δὲ οὔσης τῷ φρουρίῳ μιᾶς, ἐπεὶ καὶ αὐτὴ διὰ τὸν φόβον παρὰ τῶν ἐνοικούντων ἀπῳκοδομήθη, ἄλλως θ' ὅτι καὶ ἡ πρώτως ἀναφθεῖσα οἰκία παρ' αὐτῇ ἦν, οἱ μὲν τῶν εἰσελθόντων, ἅμα δὲ καὶ τῶν ἐποίκων τοῦ χωρίου ὡς εἶχον ἐπὶ τὸ τεῖχος ἀνελθόντες, ἐξέπιπτον ῥίπτοντες ἑαυτοὺς ἡμιφλεγεῖς· οἱ δὲ ἅμα τοῖς κατοικοῦσι τὸ χωρίον ἀνθρώποις τε καὶ κτήνεσιν ὑπὸ τοῦ πυρὸς ἐναπειλημμένοι, οὐκ ἔχοντες ὅ, τι χρήσωνται, πρὸς ὀλοφυρμοὺς ἐτράποντο καὶ οἰμωγάς. καὶ ἦν δακρύων ἄξιον τὸ γινόμενον, ἀνθρώπων ὁμοῦ καὶ βοσκημάτων ἐπὶ τῇ καύσει βοώντων τε καὶ ὀλοφυρομένων. ἡ στρατιὰ δὲ πᾶσα καὶ βασιλεὺς αὐτὸς ἅμα τοῖς ἐν τέλει τῶν ἄλλων ἀμελήσαντες, περιέστησαν τὸ φρούριον προθυμούμενοι βοηθεῖν, μὴ δυνάμενοι δὲ, πάντων γὰρ ἤδη ἐπελάβετο τὸ πῦρ, εἰς θρήνους ὑπὸ συμπαθείας ἐτράπησαν καὶ αὐτοί. ἀνάλωνται δὲ ὑπὸ τοῦ πυρὸς ἀπὸ μὲν τῶν ἔξωθεν εἰσελθόντων ἕξ· γυναῖκες δὲ καὶ παῖδες καὶ οἱ ἔξωροι τῶν τὸ χωρίον κατοικούντων τρεῖς καὶ εἴκοσι καὶ ἑκατόν· καὶ βοσκήματα καὶ ἡ ἄλλη περιουσία ὅσα ἦν. ἐλύπησε μὲν οὖν οὐ μετρίως τὸ τοιοῦτον πάθημα τὸν βασιλέα· ἀναστὰς δὲ ἐκεῖθεν ἦλθεν εἰς Σηλυβρίαν· καὶ ὧν ἕνεκα 1.146 ἦλθε διαπραξάμενος ἐκεῖ, ἐπανέζευξεν εἰς Χαριούπολιν, καὶ διέλυσε τὴν στρατιὰν πλὴν χιλίων, οὓς ἐπέταξεν αὐτῷ συνεῖναι, ἐν ἡμέραις ῥηταῖς κελεύσας πάλιν ἀκλήτους πρὸς αὐτὸν ἐπανελθεῖν. ὁ μέντοι τῶν κατὰ τὴν Ῥοδόπην ἐπαρχιῶν στρατηγὸς Παλαιολόγος ὁ μέγας στρατοπεδάρχης τὰς ὑπ' αὐτὸν πάσας πόλεις καὶ τὴν στρατιὰν, ὥσπερ ἔφημεν, ἀπὸ τοῦ νέου βασιλέως πρὸς τὸν πρεσβύτερον ἀποστήσας, πάντων μὲν ἴσχυσε καὶ τὰς γνώμας παραστήσασθαι καὶ τῷ πρεσβυτέρῳ βασιλεῖ πεῖσαι προσέχειν· ἕνα δὲ τῶν ἀπὸ τοῦ ∆ακικοῦ γένους νομάδα Συρμπάνον ὠνομασμένον τῶν ὄντων ἀποστερήσας, ὅτι τῷ νέῳ προσέκειτο βασιλεῖ, πολλαῖς τε αἰκίαις ὑποβαλὼν, δύο τε τῶν ὀδόντων ἐκριζώσας καὶ τὴν παρειὰν κατακαύσας σιδήρῳ, ὡς οὐκ ἴσχυσεν ἀποστῆσαι τοῦ νέου βασιλέως, καθείρξας εἶχεν ὑπὸ κλοιοῖς. οὗτος δὴ τοῦ δεσμωτηρίου τότε διαδρὰς, καὶ πολλοὺς ἑτέρους προσεταιρισάμενος νομάδας ψιλοὺς, καὶ τῇ παρὰ τοῦ νέου