50
ἀκρασίαν δὲ νοσήσας περὶ τὰ ἀφροδίσια καὶ περὶ γυναῖκας ἐκμανεὶς οὐ ταῖς ὁμογενέσιν ἠρκεῖτο, ἀλλὰ καὶ ἀλλοφύλους εγημε πλείστας, καὶ χαριζόμενος ἐκείναις διὰ τὸν ερωτα ἐθρήσκευε καὶ τοὺς ἐκείνων θεούς. εγημε γὰρ θυγατέρας ἀρχόντων διασήμων ἑπτακοσίας καὶ παλλακὰς τριακοσίας καὶ τὴν θυγατέρα τοῦ βασιλέως τῶν Αἰγυπτίων. ειπεν ουν ὁ κύριος πρὸς τὸν Σολομῶντα "οτι οὐκ ἐφύλαξας οσα ἐνετειλάμην σοι, διαρρήξω τὴν βασιλείαν σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. οὐ σὲ δὲ ζῶντα τὴν ἀρχὴν ἀφαιρήσομαι διὰ τὸν πατέρα σου, θανόντος δέ σου ταῦτα ἐπὶ τῷ υἱῷ σου ποιήσω. καὶ οὐδὲ πᾶσαν ἐξ αὐτοῦ τὴν βασιλείαν ἀφελοῦμαι, δύο δὲ φυλὰς αὐτῷ καταλελοιπὼς καὶ τὴν ̔Ιερουσαλὴμ διὰ τὸν πάππον ∆αβίδ, τὰς δέκα τῷ δούλῳ δώσω αὐτοῦ." Οὐ συχνὸς καιρὸς διελήλυθε καὶ Αδερ εἰς πόλεμον κατέστη τῷ ̓Ισραήλ. ην δὲ ὁ Αδερ ̓Ιδουμαῖοςἐκ βασιλείου σπορᾶς, ος τοῦ ̓Ιωὰβ καταστρεψαμένου τὴν ̓Ιδουμαίαν κατὰ τοὺς χρόνους ∆αβὶδ παιδάριον ων ἀπέδρα εἰς Αιγυπτον, καὶ φιλοφρόνως δεχθεὶς παρὰ Φαραὼ ἠγαπήθη καὶ τὴν ἀδελφὴν εγημε τῆς 1.126 γυναικὸς Φαραώ. ουτος ουν ἀνδρωθεὶς καὶ θανόντας μαθὼν τὸν ∆αβὶδ καὶ τὸν ̓Ιωάβ, ἐπανελθεῖν ἐζήτει πρὸς τὴν πατρῴαν ἀρχήν· ἀλλ' οὐ παρεχωρεῖτο πρὸς Φαραώ. ηδη δὲ τῷ Σολομῶντι τῶν πραγμάτων κακῶς ἐχόντων παρεχωρήθη καὶ Αδερ καὶ εἰς τὴν ̓Ιδουμαίαν ἐπανελήλυθε. ταύτης δ' ἀσφαλῶς φρουρουμένης εἰς τὴν Συρίαν ἀφίκετο, καὶ σύστημά τι σχὼν περὶ αὐτὸν λῃστρικὸν ταύτην τε κατέσχε καὶ τὴν τῶν ̔Εβραίων ἐληίζετο χώραν. ̔Ιεροβοὰμ δὲ υἱὸς Ναβὰτ παιδάριον ων ὑπηρέτει τῷ βασιλεῖ. ἰδὼν δὲ Σολομὼν αὐτὸν γενναῖον τὸ φρόνημα, οτε τῇ ̔Ιερουσαλὴμ περίβολον ᾠκοδόμει ἐπέστησεν αὐτὸν τῆς οἰκοδομῆς ἐπιμελητήν. ἀπερχομένῳ δέ που τῷ ̔Ιεροβοὰμ συνήντησε προφήτης ὁ Σηλωνίτης ̓Αχιά, καὶ ἐκκλίνας αὐτὸν τῆς ὁδοῦ διέρρηξε τὸ οἰκεῖον ἱμάτιον εἰς δώδεκα ῥήγματα καὶ δέδωκεν ἐκείνῳ τὰ δέκα, εἰπὼν ὡς "ουτως διαρρήξει τὴν βασιλείαν Σολομῶντος ὁ κύριος, καὶ τῷ μὲν ἐκείνου υἱῷ δύο καταλείψει φυλὰς διὰ τὸν πάππον, σοὶ δὲ τὰς δέκα δώσει καὶ βασιλεύσει σε ἐν αὐταῖς. σὺ δὲ ἀλλὰ τῶν νόμων ἀντέχου κυρίου καὶ γίνου δίκαιος." τούτοις μέγα φρονήσας ̔Ιεροβοὰμ νεωτερίζειν ἐπεχείρει. καὶ γνοὺς τὸ πρᾶγμα ὁ βασιλεὺς ἀνελεῖν ἐζήτει αὐτόν. ὁ δὲ φεύγει εἰς Αιγυπτον κἀκεῖ διῆγεν εως Σολομὼν ἐτελεύτησε. τέθνηκε δὲ ὁ βασιλεὺς Σολομών, ὡς μὲν ἡ βίβλος τῶν Βασιλειῶν ἱστορεῖ, ζήσας ἐνιαυτοὺς πεντήκοντα πρὸς δυσί, δωδεκαέτης γὰρ τῆς βασιλείας ἐπιβῆναι ἱστόρηται, βασιλεῦσαι δὲ ετη τεσσαράκοντα, ὡς δ' ὁ ̓Ιώσηπος συνεγράψατο, τέσσαρας μὲν ἐνιαυτοὺς ἐβίω καὶ ἐνενήκοντα, ὀγδοήκοντα δὲ βεβασίλευκεν, εὐτυχῶς μὲν ζήσας καὶ εὐκλεῶς, παρανομήσας μέντοι περὶ τὸ 1.127 γῆρας, ὑπ' ἐρώτων οὐκ εὐαγῶν ἀλλογενέσι πεισθεὶς γυναιξὶ καὶ τοῖς ἐκείνων ἀκολουθήσας θρησκεύμασι. ∆ιάδοχον δ' εσχε τῆς βασιλείας τὸν υἱὸν ̔Ροβοάμ. καὶ ὁ λαὸς συνήχθη πᾶς πρὸς αὐτόν, καὶ ἱκέτευον ἐλαφρῦναι αὐτοῖς τὸν τῆς δουλείας ζυγόν, ος παρὰ τοῦ Σολομῶντος αὐτοῖς ἐπενήνεκτο, καὶ τοῦ πατρὸς φανῆναι χρηστότερον. ὁ δὲ σκέψασθαι ειπε καὶ μετὰ τρεῖς ἡμέρας εἰπεῖν. καλέσας ουν τοὺς γηραιοτέρους τῶν πατρῴων θεραπόντων τί αν ἀποκριθείη τῷ λαῷ ἐπυνθάνετο· κἀκεῖνοι διαλεχθῆναι αὐτοῖς συνεβούλευον ἠπιώτερον μηδ' ὑπερηφάνως καὶ ὀγκηρῶς. μετὰ δὲ τὴν γερουσίαν τοῖς μειρακίσκοις, οιπερ αὐτῷ συνετρέφοντο, τοῦ σκέμματος κεκοινώνηκε, καὶ τὴν τῶν πρεσβυτέρων εἰπὼν συμβουλήν. οἱ δὲ τραχύτερον αὐτῷ προσομιλῆσαι τῷ λαῷ συνεβούλευσαν καὶ τοὺς λόγους ἀναλόγους τῷ τῆς ἀρχῆς ογκῳ ποιήσασθαι καὶ τῷ βασιλικῷ ἀξιώματι. καὶ ος τούτοις προσέθετο, καὶ ἐπεὶ τὸ πλῆθος αυθις συνεληλύθει "εἰ τὸν ζυγὸν ὑμῖν ἐσκλήρυνεν ὁ πατήρ μου" εφη, "τοῦτον αὐτὸς ἐπάξω βαρύτερον· καὶ εἰ μάστιξιν ἐκεῖνος ἐκέχρητο καθ' ὑμῶν, σκορπίοις ὑμᾶς κολάσω αὐτός· καί μου τῆς σμικρότητος παχυτέρας τῆς ὀσφύος τοῦ πατρὸς πειραθήσεσθε." τούτων τὸ πλῆθος ἀκοῦσαν "τίς ἡμῖν μερὶς ἐν ∆αβίδ;" ἐξεβόησαν, καὶ ἀποδυσπετήσαντες ἀπῄεσαν.