τοῦ πνεύματος τοῦτο ὁ Παῦλος ὀνομάζει, ἐν ᾧ κατὰ τῶν ἀο ράτων πολεμίων ὁπλίζει τοὺς ὁπλίτας τῆς εὐσεβείας· ῥῆμα γάρ ἐστι θεοῦ, ὃ καὶ ἐνθυμούμενον καὶ δόμενον καὶ ἀνα κρουόμενον δαιμόνων γίνεται ἀπελατικόν. Ἔστιν οὖν τὰ τοιαῦτα τελειωτικὰ τῆς ψυχῆς ἐν ταῖς κατ' εὐσέβειαν ἀρεταῖς, διὰ τῶν σμάτων τῶν ἐκκλησιαστικῶν τοῖς εὐσεβέσι προσ γινόμενα. Ἐρώτησις ρη. Eἰ συγγνώμην ἡ ἀκούσιος ἐφέλκεται ἄγνοια, καθὼς ὑπὸ τῆς γραφῆς διδασκόμεθα, πῶς οἱ μὲν πάλαι Ἰουδαῖοι, τὸν Χριστὸν ἐξ ἀγνοίας σταυρώσαντες, πλείστων καὶ ἀνυποίστων δεινῶν ἐπειράθησαν, ὡς ἐν τοῖς Περὶ τῆς ἁλώσεως λόγοις μαρτυρεῖ ὁ Ἰώσηπος, οἱ δὲ νῦν τῷ Χριστῷ ἀπειθοῦντες αὐτῶν, τῆς μὲν οἰκείας πατρίδος ἀπελαθέντες, εἰς πᾶσαν τὴν γῆν ἐλικμήθησαν, τοῖς δὲ ἔθνεσιν εἰς δουλείαν ἐξεδόθησαν ἄτιμον, ὡς τὰ πράγματα στήλης βοᾷ περιφανέστερον; Τὴν δὲ ἐν ἑκα τέροις αὐτῶν συνίστησιν ἄγνοιαν ποτὲ μὲν ὁ κύριος, Πάτερ, λέγων, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι· ποτὲ δὲ ὁ ἀπό στολος φάσκων· Eἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ ταῦτα μὲν περὶ τῶν πάλαι Ἰουδαίων· περὶ δὲ τῶν νῦν, Μαρτυρῶ, φησίν, αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχου σιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Ἀπόκρισις. Ὅτε ἡ ἀκούσιος ἄγνοια τοῖς ἀγνοοῦσι νομισθῇ γνῶσις, τότε ἡ ἀπόβασις τοῦ κατ' ἄγνοιαν πραττομένου πράγματος δείκνυσι κατ' ἀλήθειαν οὖσαν γνῶσιν ἢ κατὰ πλάνην καὶ ἄγνοιαν. ∆ειχθείσης δὲ τῆς νομιζομένης γνώσεως διὰ τῆς ἀποβάσεως ἀγνοίας ὑπαρχούσης τοῦ πράγματος, ἂν ἐμμένῃ τῇ αὐτῇ ἀγνοίᾳ ὁ ἀγνοήσας, οὐδεμίαν ἐφέλκεται συγγνώμην ἀλλὰ τιμωρίαν ἀπαραίτητον. Ἀλλ' ὅτι μὲν οὕτως ἐσταύρωσαν οἱ Ἰουδαῖοι τὸν Χριστὸν ὡς γινώσκοντες αὐτὸν ἀντίθεον καὶ σύμψηφον ἔχοντες τὸν θεὸν ἐν τῇ ἀναιρέσει αὐτοῦ, παντί που δῆλον· οὐκ ἂν γὰρ αὐτὸν ἐσταύρωσαν, εἰ ἦσαν γινώσκοντες ὅτι μετὰ τὸν θάνατον αὐτὸν ὁ θεὸς ἐγερεῖ ἐκ τῶν νεκρῶν. Ἐγερθεὶς δὲ ἐκ τῶν νεκρῶν ὑπὸ τοῦ θεοῦ ἔδειξε τὴν νομιζομένην κατὰ Χρι στοῦ γνῶσιν τῶν Ἰουδαίων κατὰ ἀλήθειαν ἄγνοιαν οὖσαν. Ἐπειδὴ οὖν μετὰ τὸ ἀναστῆναι τὸν κύριον ἐκ νεκρῶν, καὶ δειχθῆ ναι μήτε τὸν θεὸν σύμψηφον γεγονότα τοῖς Ἰουδαίοις ἐν τῷ θανάτῳ τοῦ Χριστοῦ μήτε τὸν Χριστὸν ἀνεγέρτως μένειν ἐν τῷ θανάτῳ κατὰ τὴν προσδοκίαν τῶν αὐτὸν σταυρωσάντων, ἔτι τοὺς Ἰουδαίους ἐν τῇ ἀπειθείᾳ μένειν, διὰ τοῦτο οὐκ ἦσαν συγγνώμης ἄξιοι. Τὸ γὰρ ἐξαργυρίζειν αὐτοῦ τὴν ἀνάστασιν καὶ κλοπὴν ταύτην νομίζειν, καὶ κωλύειν τοὺς ἀποστόλους ἐπὶ τῷ ὀνόματι αὐτοῦ μὴ ἐκτελεῖν θεῖα ἔργα ἐν τῇ δυνάμει τοῦ ἁγίου πνεύματος γινόμενα, οὐκ ἔστιν ἀκουσίου ἀγνοίας συγ γνώμην ἐφελκομένης, ἀλλ' ἐγνωσμένης ἑκουσίου θεομαχίας τι μωρίαν ἐφελκομένης. Eἰ μὲν γὰρ ταύτῃ τῇ ἐλπίδι ἐσταύρωσαν τὸν Χριστὸν οἱ Ἰουδαῖοι, τοῦ μὴ κρατῆσαι τὴν διδασκαλίαν αὐτοῦ καὶ τοῦ μὴ λυθῆναι τὸν ἰουδαϊσμόν, πῶς οὐκ ἔστιν ἀμφο