1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

50

γεννήσεως τρόπῳ καὶ σχέσει τῆς πατρικῆς ὑποστάσεως διαφέρουσαν, τελείως ἔχουσαν, οὐδέποτε τῆς πατρικῆς ἐκφοιτῶσαν ὑποστάσεως, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τῶν πατρικῶν κόλπων οὐκ ἀποστάντα τὸν λόγον (ἀπεριγράπτως γάρ) ἐνῳκηκέναι τῇ γαστρὶ τῆς ἁγίας παρθένου ἀσπόρως καὶ ἀπεριλήπτως, ὡς οἶδεν αὐτός, καὶ ἐν αὐτῇ τῇ προαιωνίῳ αὐτοῦ ὑποστάσει ὑποστήσασθαι ἑαυτῷ σάρκα ἐκ τῆς ἁγίας παρθένου. Ἐν πᾶσι μὲν οὖν καὶ ὑπὲρ τὰ πάντα ἦν καὶ ἐν τῇ γαστρὶ ὑπάρχων τῆς ἁγίας θεοτόκου, ἀλλ' ἐν αὐτῇ ἐνεργείᾳ σαρκώσεως. Σεσάρκωται τοίνυν ἐξ αὐτῆς προσλαβόμενος τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ὥστε αὐτὴν χρηματίσαι τῇ σαρκὶ ὑπόστασιν τὴν τοῦ θεοῦ λόγου ὑπόστασιν καὶ σύνθετον γενέσθαι τὴν πρότερον ἁπλῆν οὖσαν τοῦ λόγου ὑπόστασιν, σύνθετον δὲ ἐκ δύο τελείων φύσεων θεότητός τε καὶ ἀνθρωπότητος, καὶ φέρειν αὐτὴν τῆς θείας τοῦ θεοῦ λόγου υἱότητος τὸ χαρακτηριστικὸν καὶ ἀφοριστικὸν ἰδίωμα, καθ' ὃ διακέκριται τοῦ πατρὸς καὶ τοῦ πνεύματος, τά τε τῆς σαρκὸς χαρακτηριστικὰ καὶ ἀφοριστικὰ ἰδιώματα, καθ' ἃ διαφέρει τῆς τε μητρὸς καὶ τῶν λοιπῶν ἀνθρώπων, φέρειν δὲ καὶ τὰ τῆς θείας φύσεως ἰδιώματα, καθ' ἃ ἥνωται τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ τὰ τῆς ἀνθρωπίνης φύσεως γνωρίσματα, καθ' ἃ ἥνωται τῇ τε μητρὶ καὶ ἡμῖν. Ἔτι δὲ διαφέρει τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος τῆς τε μητρὸς καὶ ἡμῶν κατὰ τὸ ὑπάρχειν θεόν τε ὁμοῦ καὶ ἄνθρωπον τὸν αὐτόν· τοῦτο γὰρ τῆς τοῦ Χριστοῦ ὑποστάσεως ἰδιαίτατον ἰδίωμα γινώσκομεν. Τοιγαροῦν ὁμολογοῦμεν αὐτὸν ἕνα υἱὸν τοῦ θεοῦ καὶ μετὰ τὴν ἐνανθρώπησιν καὶ υἱὸν ἀνθρώπου τὸν αὐτόν, ἕνα Χριστόν, ἕνα κύριον, τὸν μόνον μονογενῆ υἱὸν καὶ λόγον τοῦ θεοῦ, Ἰησοῦν, τὸν κύριον ἡμῶν. ∆ύο αὐτοῦ τὰς γεννήσεις σέβοντες, μίαν τὴν ἐκ πατρὸς προαιώνιον ὑπὲρ αἰτίαν καὶ λόγον καὶ χρόνον καὶ φύσιν καὶ μίαν τὴν ἐπ' ἐσχάτων δι' ἡμᾶς καὶ καθ' ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς-»δι' ἡμᾶς» ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν, «καθ' ἡμᾶς» ὅτι γενόμενος ἄνθρωπος ἐκ γυναικὸς καὶ χρόνῳ κυήσεως, «ὑπὲρ ἡμᾶς» ὅτι οὐκ ἐκ σπορᾶς, ἀλλ' ἐξ ἁγίου πνεύματος καὶ τῆς ἁγίας παρθένου ὑπὲρ νόμον κυήσεως-, οὐ θεὸν αὐτὸν μόνον κηρύττοντες γυμνὸν τῆς καθ' ἡμᾶς ἀνθρωπότητος οὐδὲ μὴν ἄνθρωπον μόνον ψιλοῦντες αὐτὸν τῆς θεότητος, οὐκ ἄλλον καὶ ἄλλον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ὁμοῦ θεόν τε καὶ ἄνθρωπον, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ὅλον θεὸν καὶ ὅλον ἄνθρωπον, τὸν αὐτὸν ὅλον θεὸν καὶ μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλον ἄνθρωπον καὶ μετὰ τῆς ὑπερθέου αὐτοῦ θεότητος, διὰ τοῦ εἰπεῖν «τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον» τὸ πλῆρες καὶ ἀνελλιπὲς δηλοῦντες τῶν φύσεων, διὰ δὲ τοῦ εἰπεῖν «ὅλον θεὸν καὶ ὅλον ἄνθρωπον» τὸ μοναδικὸν καὶ ἄτμητον δεικνύντες τῆς ὑποστάσεως. Καὶ «μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην» ὁμολογοῦμεν διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην» τὴν τῆς σαρκὸς οὐσίαν σημαίνοντες κατὰ τὸν μακάριον Κύριλλον. Καὶ σεσάρκωται τοίνυν ὁ λόγος καὶ τῆς οἰκείας ἀυλό τητος οὐκ ἐξέστηκε καὶ ὅλος σεσάρκωται καὶ ὅλος ἐστὶν ἀπερίγραπτος. Σμικρύνεται σωματικῶς καὶ συστέλλεται καὶ θεϊκῶς ἐστιν ἀπερίγραπτος οὐ συμπαρεκτεινομένης τῆς σαρκὸς αὐτοῦ τῇ ἀπεριγράπτῳ αὐτοῦ θεότητι. Ὅλος μὲν οὖν ἐστι θεὸς τέλειος, οὐχ ὅλον δὲ θεός (οὐ γὰρ μόνον θεός, ἀλλὰ καὶ ἄνθρωπος), καὶ ὅλος ἄνθρωπος τέλειος, οὐχ ὅλον δὲ ἄνθρωπος (οὐ μόνον γὰρ ἄνθρωπος, ἀλλὰ καὶ θεός). Τὸ μὲν «ὅλον» φύσεως ἐστι παραστατικόν, τὸ «ὅλος» δὲ ὑποστάσεως, ὥσπερ τὸ μὲν «ἄλλο» φύσεως, τὸ «ἄλλος» δὲ ὑποστάσεως. Ἰστέον δέ, ὡς, εἰ καὶ περιχωρεῖν ἐν ἀλλήλαις τὰς τοῦ κυρίου φύσεις φαμέν, ἀλλ' οἴδαμεν, ὡς ἐκ τῆς θείας φύσεως ἡ περιχώρησις γέγονεν· αὕτη μὲν γὰρ διὰ πάντων διήκει, καθὼς βούλεται, καὶ περιχωρεῖ, δι' αὐτῆς δὲ οὐδέν. Καὶ αὐτὴ μὲν τῶν οἰκείων αὐχημάτων τῇ σαρκὶ μεταδίδωσι μένουσα αὐτὴ ἀπαθὴς καὶ τῶν τῆς σαρκὸς παθῶν ἀμέτοχος· εἰ γὰρ ὁ ἥλιος ἡμῖν τῶν οἰκείων ἐνεργειῶν μεταδιδοὺς μένει τῶν ἡμετέρων ἀμέτοχος, πόσῳ μᾶλλον ὁ τοῦ ἡλίου ποιητής τε καὶ κύριος. Οὐ γὰρ πέπονθεν σαρκωθείς-πῶς