ἀντιτάξοιντο φάλαγγα, οὐκ εἰς καλὸν ἡμῖν τελευτήσει τὰ πράγματα , ἀλλ' ἐς ἀπορίαν καὶ ἀμηχανίαν δεινήν. ἐπιῤῥώσαντες οὖν τοὺς θυμοὺς, καὶ λογισάμενοι, ὅτι Ῥωμαῖοί ἐστε, οἱ τὸ ἀντίξουν ἅπαν τὸ πρόσθεν ὅπλοις καταστρεφόμενοι, ἕπεσθε τὴν ταχίστην, τὴν σφῶν ἀρετὴν ἐπὶ τῶν ἔργων ἐπιδεικνύμενοι. δʹ. Ταῦτα εἰπὼν, καὶ ἀριπρεπεῖ παντευχίᾳ καθοπλισθεὶς, ἐφ' ἵππου τε γαύρου καὶ σοβαροῦ ἐπιβὰς, καὶ δόρυ ἐπωμισάμενος μήκιστον, ἀπήρχετο τῆς ὁδοῦ, προπορευομένην ἔχων τὴν τῶν λεγομένων ἀθανάτων φάλαγγα, τεθωρακισμένην ἐπιεικῶς· εἵποντο δὲ αὐτῷ ὁπλῖται μὲν τῶν ἀλκιμωτάτων πρὸς τοῖς μυρίοις πεντακισχίλιοι, ἱππεῖς δὲ μύριοι καὶ τρισχίλιοι. τὸ δὲ λοιπὸν στρατιωτικὸν μετὰ τοῦ θητικοῦ, φέρον τὰς ἑλεπόλεις καὶ τὰς παντοδαπὰς μηχανὰς, βάδην ἐξόπισθεν εἵπετο, ἅμα τῷ προέδρῳ Βασιλείῳ, ᾧ τὴν τούτων ὁ βασιλεὺς ἐπέτρεψε πρόνοιαν. ἐπεὶ δὲ τοὺς ἐπισφαλεῖς καὶ κρημνώδεις τόπους διώδευε παρὰ 133 πᾶσαν ὑπόνοιαν, τὸ σύντονον ἐπισχὼν τῆς πορείας, ἐπί τινος ἐχυροῦ γηλόφου ἐκ τοῦ θατέρου μέρους παραῤῥέοντα ἔχοντος ποταμὸν, ὑδάτων πληθώραν ἐπαγγελλόμενον, τήν τε ἵππον καὶ τὸν στρατὸν διανέπαυσεν. ἄρτι δὲ σταθηρᾶς ἡμέρας ἀπαυγαζούσης, διαναστὰς, καὶ ἐς βαθείας φάλαγγας διατάξας τὸ στράτευμα, τὴν ἐπὶ Πραισθλάβας ᾔει, θαμινὰ τὰς σάλπιγγας τὸ ἐνυάλιον ἐγκελευσάμενος ἐπηχεῖν, ἀλαλάζειν τε τὰ κύμβαλα, καὶ τὰ τύμπανα παταγεῖν. ἐντεῦθεν βοή τις ἄῤῥητος ἀνεδίδοτο, συνεπηχούντων τοῖς τυμπάνοις τῶν ἐκεῖσε ὀρέων, καὶ ἀντικτυπούντων τῶν ὅπλων, καὶ τῶν ἵππων χρεμετιζόντων, τῶν τε ἀνδρῶν ἀλλήλοις ἐκβοώντων καὶ πρὸς τὴν μάχην ἐπιῤῥωννύντων, ὡς τὸ εἰκός. Ταυροσκύθας δὲ, τὴν τοῦ στρατοπέδου μετ' ἐμπειρίας ὡς αὐτοὺς ἀθρήσαντας ἐπεξέλασιν, ἀμηχανία καὶ δέος ᾕρει, τῷ ἀπροσδοκήτῳ καταπλαγέντας τοῦ πράγματος. ἀλλὰ καὶ ὣς σπουδῇ τὰ ὅπλα ἁρπάσαντες, καὶ τοὺς θυρεοὺς ἐπωμισάμενοι (ἐρυμνοὶ δὲ οὗτοι, καὶ ἐς τὸ ἀσφαλὲς ποδήρεις ἐξειργασμένοι πεποίηνται), ἐς καρτερὸν ἀντικαταστάντες συνασπισμὸν, ἐπὶ τὸ πρὸ τοῦ ἄστεος ἱππήλατον πεδίον Ῥωμαίοις ἀντεπῄεσαν, δίκην θηρίων βρυχώμενοι, καὶ καινὴν καὶ ἀλλόκοτον προϊέμενοι ὠρυγήν. Ῥωμαῖοι δὲ, συμβαλόντες αὐτοῖς, ἐῤῥωμένως ἐμάχοντο, καὶ ἄξια πολέμων ἔργα εἰργάζοντο, τῆς μάχης ἰσοπαλοῦς ἀμφοτέροις γεγενημένης. ἐνταῦθα τοῖς ἀθανάτοις ὁ βασιλεὺς κατὰ τὸ εὐώνυμον τῶν Σκυθῶν κέρας μετὰ ῥύμης εἰσβάλλειν ἐγκελεύεται. οἱ δὲ, προβαλόν 134 τες τοὺς ἄκοντας, καὶ σφοδρῶς τοῖς μύωψι τοὺς ἵππους κεντρίσαντες, κατὰ τούτων ἤλαυνον. Σκύθαι δὲ, ἅτε πεζέταιροι χρηματίζοντες· οὐδὲ γὰρ ἀφ' ἵππων εἰθισμένον ἐστὶν αὐτοῖς ἀγωνίζεσθαι, ὅτι μηδὲ πρὸς τοῦτο γυμνάζονται· οὐχ ὑπήνεγκαν τὸν τῶν Ῥωμαίων δορατισμὸν, ἀλλ' ἐκκλίναντες εἰς φυγὴν, ἐπὶ τὸν τοῦ ἄστεος περίβολον συνεκλείοντο· οὓς ἐπισπόμενοι Ῥωμαῖοι ἀνηλεῶς ἔκτεινον. φασὶ γὰρ παρὰ ταύτην τὴν προσβολὴν ὀκτακισχιλίους πρὸς τοῖς πεντακοσίοις ἀναιρεθῆναι Σκυθῶν. εʹ. Οἱ δὲ περιλειφθέντες, ἐπεὶ πρὸς τὸ ἄστυ συνεκλείσθησαν, ἐκ τῶν ἐπάλξεων ἄνωθεν ἐῤῥωμένως ἠκροβολίζοντο. τηνικαῦτα λέγεται καὶ τὸν Πατρίκιον Καλοκύρην, τῇ Πραισθλάβᾳ ἐπιχωριάζοντα, ὅσπερ τὴν Ῥωσικὴν πανοπλίαν κατὰ τῶν Μυσῶν τὸ πρόσθεν, ᾗπέρ μοι ἤδη ἐῤῥήθη, κεκίνηκεν, αἰσθόμενον τὴν τοῦ αὐτοκράτορος ἄφιξιν (οὐδὲ γὰρ ἐνῆν λανθάνειν, τῶν βασιλικῶν παρασήμων τῇ στιλπνότητι τοῦ χρυσοῦ ἄῤῥητον ἐκπεμπόντων μαρμαρυγήν), λαθραίως ὑπὸ νύκτα βαθεῖαν ὑπεξελθεῖν τε τοῦ ἄστεος καὶ ὡς τὸν Σφενδοσθλάβον ἀφικέσθαι, αὐτοῦ που παρὰ τὸ ∆ορύστολον (ὃ τὰ νῦν