δέσεων ὑφ' ὧν συνεδέθησαν καὶ μετὰ ταῦτα πρὸς τὸν νοῦν ἀνανεύουσαι τῷ θεῷ προσεγγίσουσι. καὶ εἰ μὴ λόγος ἄλλως ὁ περὶ τῆς Σιβύλλης λεγόμενος, ὅτι τὴν μητρικὴν εὐθὺς ὠδῖνα λύσασα ἔγνω τε τὴν μητέρα δακτύλῳ δείξασα, ἔφατό τε ἥτις γενήσεται Ὀρφική τε καὶ μαντῳδός, ἐντεῦθεν ἂν ἔχοι τὰς πίστεις. οὐ γὰρ καθ' ἓν εἶδος ἁρμονίας ἐνδοῦνται τοῖς σώμασιν αἱ ψυχαί· ἦ γὰρ ἂν ἅπαντες ἀνεξάλλακτοι ἦμεν καὶ ταῖς γνώμαις καὶ τοῖς βουλήμασι, κατὰ μίαν τε ἰδέαν φρονήματος συνεκείμεθα. Νῦν δὲ οὐχ οὕτως ἔχει, ἀλλ' αἱ διάφοροι τῶν ἑνώσεων ἁρμονίαι τὰς ἐν ταῖς ψυχαῖς διαφορότητας ἀπηργάσαντο. τύραννος γὰρ ὥσπερ τὸ σῶμα τυγχάνον δορυφόροις οὐ τοῖς αὐτοῖς χρώμενον πάντοθεν τυραννεῖ τὴν ψυχὴν καὶ πρὸς τὴν ἐκείνου φύσιν μεθέλκεται. ἀλλ' οὐδὲ ὁ τύραννος οὗτος ἑαυτῷ ὅμοιος, ἀλλ' ὁ μὲν βρίθων ἐστὶ καὶ γεώδης, πολλῷ τῷ μέλανι κατακεχρωσμένος χυμῷ. διὰ ταῦτα τοιαύτην καὶ τὴν ψυχὴν ἀπεργάζεται κατηφῆ τε καὶ σύννουν καὶ σκυθρωπὴν καὶ σταθηρὰν μέν, οὐ μὴν ἀγχίνουν καὶ εὐφυῆ, μνήμας τε ταύτῃ τῶν γεγενημένων ἀποτυποῖ καὶ διὰ τὸ τῆς μνημοσύνης εἶδος οὔτε τῶν κακῶν οὔτε τῶν ἀγαθῶν ἐᾷ ταύτην ἀμνήμονα. ἡ τοιαύτη ψυχὴ βραδὺ μὲν ἀνάπτεται πρὸς θυμόν, ἀναφθεῖσα δὲ βραδύτερον σβέννυται. ἓν μὲν οὖν εἶδος τοῦτο τοῦ τυραννικοῦ σώματος, καὶ τἆλλα διὰ τὸ πλῆθος ἀπεσιώπησα. τὸ δὲ καθ' ἕτερον εἶδος τὴν τυραννικὴν φύσιν ὑποκρινόμενον ὑπόθερμόν τέ ἐστι καὶ παρακεκινημένον, εὐέξαπτόν τε καὶ δύσθυμον καὶ πρὸς μανιώδη κατάστασιν ὕποπτον. ὁ δ' ἕτερος τύραννος λευκός ἐστι τὴν χροιὰν καὶ ἐν μεθορίῳ τῶν ἄλλων τυράννων· τοῦ μὲν γὰρ ὑποβέβηκε τὴν λεπτότητα, τοῦ δὲ ἐπαναβέβηκε τὴν παχύτητα. πενταμερὴς δὲ καὶ οὗτος καὶ πολλαῖς δυνάμεσι θορυβῶν τὴν ψυχήν. τύραννος 92 γὰρ ἐγκάθηται μᾶλλον τῇ κεφαλῇ καὶ ταῖς τοῦ ψυχικοῦ πνεύματος ἀμάραις ἐμπίπτων καὶ οἷον ἀποσκιρρώμενος τῇ ψυχρότητι ἐπιθολοῖ τε τὸ πνεῦμα καὶ οὐκ ἐᾷ πηγάζειν ἀθόλωτον. οὗτος καὶ παρὰ τὸν τῆς γαστρὸς πυθμένα ἐφιζάνων πόνον τῇ ἀλλοιωτικῇ δυνάμει πρὸς τὴν τῶν σιτίων ἀποχύλωσιν δίδωσιν. ἔστι δὲ κατὰ τοῦτον τὸν τύραννον ἡ ψυχὴ ἧττον μὲν βεβηκυῖα, οὐ μὴν πάντη ἀνέδραστος, μέση μνήμης καὶ ἀναμνήσεως, βοηθουμένη μὲν τῷ θερμῷ καὶ οἷον ἐκεῖθεν θάλλουσά τε καὶ ἀναζέουσα, πηγνυμένη δὲ τῷ ψυχρῷ, ὡς μηδ' ὁτιοῦν ἔχειν ὀξύτητος ἢ τῆς τῶν πραγμάτων νοήσεως. ὁ δὲ λοιπὸς τύραννος παχύς ἐστι πάντη καὶ σαρκῶν ἀναπεπλησμένος πολλῶν, βρίθων τῷ αἵματι καὶ κατὰ τὸ χρῶμα ἐοικὼς τοῖς μεθύουσιν, ὁπόσοις δὴ τὸ ἀπὸ τῆς μέθης γάνος ἐπὶ τῶν προσώπων ἐρυθαινόμενον φύεται. κατὰ τοῦτον τὸν τύραννον ἡ ψυχὴ βραγμώδους πεπλήρωται γέλωτος, ἐπί τε παντὶ σκώμματι καὶ παιδιᾷ ἀνακαγχάζειν ἐπείγεται, εὐθυμεῖ τε ἐφ' οἷς οὐ δέον, καὶ αὖθις οὐδενὸς κινήσαντος ἐπὶ τὴν ἐναντίαν ἕξιν μετέστραπται. τούτοις δὴ τοῖς τέτταρσι τυράννοις ἡ τῆς ψυχῆς οὐσία σπαραττομένη τὰς μεταβολὰς ἴσχει τῶν ἕξεων. Ὅπως δὲ καὶ ἀφραίνει, ἐντεῦθεν ἐρῶ, τοσοῦτον διελὼν ὅτι τοῖς μὲν ἐκ φύσεως ἡ διάπτωσις πέφυκε τῆς φρονήσεως, τοῖς δὲ ἐπισυμβάντος νοσήματος· ἀλλ' ἡμεῖς τὴν φύσιν σήμερον ἐξετάζομεν. ἢ γὰρ ἐξ αὐτῶν ὠδίνων, μᾶλλον δὲ ἀπ' αὐτῆς τῆς συλλήψεως, αἱ τῶν χυμῶν περιττότητες τοῖς φρονοῦσιν ἐνέσκηψαν μέρεσιν, ἅπερ δὴ κοιλίαι ἐγκέφαλοί εἰσι, καὶ τὸ δι' ἐκείνων ὀχετηγούμενον πνεῦμα ἐπισχοῦσαι τὴν ἀφροσύνην εἰργάσαντο, ἢ τὴν φαντασίαν βλάψασαι ἢ τὴν διάνοιαν ἢ τὴν μνήμην αὐτὴν (ὧν ἡ μὲν ἐπὶ τοῦ βρέγματος κάθηται, ἡ δὲ τὴν κορυφὴν κατείληφεν ὡς ἀκρόπολιν, ἡ δὲ περὶ τὸ ἰνίον ὀπίσω θακεῖ). ἢ τὰ μὲν τῶν χυμῶν οὔτε πεπλήθυνται οὔτε μεμείωνται, αἱ δὲ τῶν μεγεθῶν συμμετρίαι ἐπὶ τὸ μᾶλλον ἢ τὸ ἔλαττον ἐκπεσοῦσαι τὸ θῆλυ τῆς φρονήσεως πεποιήκασιν. ἢ οὐχ ὁρᾶτε τὸ χαριέστατον τοῦτο παιδάριον, ὅπως δὴ ὑπερμεγέθη τὴν κεφαλὴν ἐκληρώσατο τῆς τοῦ βοὸς κατ' οὐδὲν ἐλάττονα, τό τε πρόσωπον μᾶλλον ἢ ἔδει