λαμβάνετε; ὅτι γὰρ οὐδ' αὐτῷ ἡ κάθαρσις ἔδοξεν ἡ ἄφεσις μαρτυρεῖ. εἰ γὰρ καθ' ὑμᾶς τομῇ ἔοικε, τί συγχωρεῖ τῷ ἅπαξ ἀποθανόντι; οὐ γὰρ ἂν φήσετε αὐτὸν ἐς τοῦτο ἀγνοίας ἐλθεῖν. ἐκείνῳ γάρ τις ἀφίησι τὸ ἁμάρημα καὶ ἀφαιρεῖ τῆς πληγῆς, ὅστις ἢ τὰ τῶν καταδίκων πείσεσθαι προσδοκᾷ ἢ ἐν αὐταῖς ταῖς ποιναῖς ἐξετάζεται. τῷ δ' ἤδη ἀπολιπόντι διὰ τιμωρίας τὸ ζῆν τί τίς ἂν συγχωρήσειεν; εἰ τοίνυν κεκάθαρμαι, τί συγκεχώρημαι; εἰ μὲν οὖν μετὰ τὸ κεκαθάρθαι ἀφίησι, τηνάλλως καθ' ὑμᾶς φθέγγεται. εἰ δὲ πρὸ τούτου, διὰ τί μοι βαρύτεροι τοῦ δαίμονος καὶ τῆς κατεχούσης με τύχης γίνεσθε; τί δέ μοι τὸ ἠλλοιοῦσθαι τὸν αὐτοκράτορα καὶ δημοσιεύειν πολλάκις ὡς διήλλακται; εἴποι γάρ τις ἂν πρὸς αὐτὸν ὡς ἀδιάφορον τῷ ἀφεθέντι εἴτε διήλλαξαι, εἴτε μή. κατ' ἄμφω γὰρ νεκρός ἐστιν ἀζωογόνητος, μνήμασι καθώς περ τῶν συνέδρων ἐγκείμενος ταῖς ψυχαῖς, καὶ περιΐσταται αὐτῷ τῷ ζῶντι νεκρῷ μήτε εὐηργετῆσθαι δύνασθαι μήτε τιμωρεῖσθαι. ὁμοίως γὰρ ἀναισθητεῖ πρὸς ἀμφότερα, ὥσπερ ἂν εἴ τις ἐπικάοι τὸν νεκρόν, τὸν δ' αὐτὸν καὶ χρυσοπάστῳ περιβάλοι στολῇ· οὔτε γὰρ ἐπὶ τούτῳ γηθήσειεν, οὔτ' ἐπ' ἐκείνῳ ἀλγήσειεν. ἀλλ' εἰ ταῦτα εἴποι τις ἢ αὐτὸς ἐγώ, οὐκ ἂν μεμαινομένον φαίητε; πῶς οὖν, εἰ δὲ λέγων ἐγὼ μανίας γραφὴν ἀπενέγκοιμι, ταῦθ' ὑμεῖς πράττοντες οὐ τὴν αὐτὴν ἀπενέγκοισθε; ἀλλ' ἐπεί με νεκρὸν οἴεσθε, νεκρὸς δὲ ἅπας πρός τε τιμωρίαν καὶ πρὸς εὐεργεσίαν ἀναίσθητος, ἀξιοῦτε δέ με μὴ νῦν αἰσθάνεσθαι τοῦ καλοῦ, πῶς καὶ ὅτε ὑπερορίαν κατεκρινόμην; ταὐτὸ τοῦτο οὐκ ἠξιοῦτε καὶ μέγα ἐπεβοᾶτε, ὡς οὐ χρὴ ἐγγίζειν νεκρῷ; εἰ δὲ τότε τὴν πληγὴν ἐδεξάμην καὶ μάλα ἐπαισθανόμενος, ἐάσατέ με καὶ τοῦ ἀκεσωδύνου ᾐσθῆσθαι. Τί δὲ χρὴ γραφὰς ἐπὶ τούτῳ τιθέναι καὶ γνώμας ἀποψηφίζειν, ἃ μὴ κατεψηφίσασθε, καὶ χάριτας οὐκ οὔσας διδόναι; τί δ' ἀναλύειν ἃ μὴ συντέθειται καὶ ἀποπλέκειν ἃ μὴ κέκλωσται καὶ λύειν ἃ μὴ δεδέσμηται; τί δ' ἁμάρτημα τίθετε τὸ δυστύχημα καὶ τὴν συκοφαντίαν ἀλήθειαν καὶ ἐπιτίμησιν τήν, ὡς ἄλλος ἂν φαίη, μικροψυχίαν, καὶ καταχρυσοῦτε τὴν σκιὰν καὶ παχύνετε τὸ ἐνύπνιον, ὡς καὶ δεῖσθαι αὖθις ἀποχρυσοῦν καὶ ἀπολεπτύνειν ἃ καθ' αὑτά ἔστιν ἀπαχῆ τε καὶ ἀκαλλώπιστα; τί δὲ τῇ τοῦ βασιλέως ἐναντιοῦσθε μεταβολῇ καὶ ἀντίθετοι πρὸς αὐτὸν γίνεσθε, καὶ πραΰνεσθε μὲν ὅταν ἐκεῖνος ὀργίζηται, ὀργίζεσθε δὲ ὅταν ἐκεῖνος πραΰνηται, ὡς πάντοθεν ἐμοὶ ἐπαχθὲς ποιεῖν τὸ δεινόν; πῶς δὲ τοσοῦτόν ἐστε σοφοὶ ὥστε καὶ ἑαυτοῖς περιπίπτειν καὶ ταῖς οἰκείαις γνώμαις ἐναντιοῦσθαι; εἰ γὰρ τέθαμμαι καθ' ὑμᾶς διὰ τῆς καθάρσεως, τί χρὴ γνώμας ἐν γράμμασι τῶν συνέδρων ζητεῖν; οὐ γὰρ ζωογονῆσαι δύναται τὸν ἅπαξ ἀποκτανθέντα. εἰ δ' οὐχὶ κεκάθαρμαι, τί δεῖ μοι πάλιν χειροτονίας καὶ ψήφου; εἰμὶ γὰρ ὅπερ εἰμί, ζῶν, κἂν βούλωνται, κἂν μὴ βούλωνται. ἢ τὸν μὲν βασιλέα ἀπείξουσι τοῦ εὐεργετεῖν, ὡς δὲ καὶ τοῦ τιμωρεῖν, ἑαυτοῖς δὲ ἀμφότερα δώσουσιν; ἐγὼ δὲ μέχρι τῆς ἐκείνων γνωμοδοσίας ἐν τίσιν εἰμί; ἐν τοῖς ζῶσιν ἢ τοῖς θανοῦσιν ἢ ἐν μέσῃ τινὶ τάξει; καὶ τίς αὕτη; οὐ γὰρ εὕρηται. ἐπὰν δ' ἐκεῖνοι συγγράψωσι, τότε ἢ ζήσομαι ἢ τεθνήξομαι. Εἰ δ' οἱ μὲν καταψηφίσονται, οἱ δ' ἀφήσουσιν, ἐξ ἡμισείας ζήσομαι καὶ τεθνήξομαι, καὶ οὐδ' ὅσον ὁ Πολυδεύκης; ἐκεῖνον γὰρ ὅλον ἀπὸ μέρους ὁ βίος καὶ ὁ θάνατος ἐμερίσατο· ἐμοὶ δὲ οὐδὲ τοῦτο δώσουσι τάχα, ἀλλὰ χρή με διαιρεθῆναι διχῆ ὥσπερ ἐν πρίονι, ἵνα τῶν ἡμιτόμων μοι τὸ μὲν ἐν ᾅδου ᾖ, τὸ δ' ἐν τῷ χωρίῳ τῶν ζώντον, ὥστ' εἶναι τέρας τι πάντως καὶ ζῶσι καὶ τελευτήσασι. δεήσει δέ μοι καὶ τὰ ἡμίτομα πρὸς τὸ μέρος τῶν καταψηφισάντων ἢ ἀποψηφισάντων, εἰ μή τις ἰσότης γένοιτο τῶν γνωμῶν, μὴ ἐν ἰσότητι ἐσχηματισμένα εἶναι, ἀλλ' ἢ τὸ μέγιστον ἐν τῇ γῇ, τὸ δ' ἔλαττον ὑπὸ γῆν, ἢ τὸ ἀνάπαλιν κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους τῶν ζωογονούντων ἢ ἀποκτενόντων με. Καὶ τί τούτου γένοιτ' ἂν γελοιότερον, ὧν πάντων