λέξει ταύτῃ πολλάκις καὶ οἱ τῆς ἐκκλησίας ἐχρήσαντο, καὶ ταῖς ἄλλαις ταῖς μηνυούσαις τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος τοῦ Σωτῆρος ἡμῶν. Καὶ πρό γε ἁπάντων τούτων ὁ ἀπόστολος ταῖς λέξεσι ταύταις ἐχρήσατο· καὶ οὐδὲ πώποτε ὡς κακοδοξίας διδάσκαλος ἐνομίσθη. Ἔτι μὴν καὶ Ἀρείου κτίσμα τὸν Υἱὸν ὡς ἓν τῶν ἄλλων τολμήσαντος εἰπεῖν, ἐπάκουσον οἷα Εὐσέβιος περὶ τούτου ἐν τῷ πρώτῳ βιβλίῳ τῷ πρὸς Μάρκελλον κατὰ λέξιν φησίν· Ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ μόνος αὐτὸς, καὶ οὐ δὲ ἄλλος ἀνηγόρευταί τε καὶ ἔστιν· ὅθεν εἰκότως ἄν τις μέμψαιτο τοῖς κτίσμα αὐτὸν φᾶναι τετολμηκόσιν, ἐξ οὐκ ὄντων ὅμοιον τοῖς λοιποῖς κτίσμασι γενόμενον. Καὶ πῶς γὰρ ἔτι ἔσται Υἱὸς, πῶς δὲ μονογενὴς τοῦ Θεοῦ, ὁ τὴν αὐτὴν τοῖς λοιποῖς κτίσμασιν ἐπιγραφόμενος φύσιν; .... τῶν τε πολλῶν γενητῶν ἔσται εἷς, ἅτε τῆς ἐξ οὐκ ὄντων κτίσεως ὁμοίως αὐτοῖς μετασχὼν κοινωνίας· ἀλλ' οὐχ ὧδε περὶ αὐτοῦ τὰ θεῖα παιδεύει λόγια. Εἶτα μετ' ὀλίγα πάλιν ἐπιφέρει· Ὁ τοίνυν γενητὸν ἐξ οὐκ ὄντων καὶ κτίσμα προηγμένον ἐκ τοῦ μὴ ὄντος τὸν Υἱὸν ὁριζόμενος, λέληθε τοὔνομα μὲν αὐτῷ μόνον χαριζόμενος, τὸ δὲ ἀληθῶς, Υἱὸς εἶναι ἀρνούμενος· ὁ γὰρ ἐξ οὐκ ὄντων γεγονὼς οὐκ ἀληθῶς γένοιτ' ἂν Υἱὸς τοῦ Θεοῦ, ὅτι μηδὲ ἄλλο τι τῶν γενητῶν. Ἀλλ' ἀληθῶς Υἱὸς τοῦ Θεοῦ ὁ ἐξ αὐτοῦ, ὡς, ἅτε ἐκ Πατρὸς ἀποτεχθεὶς, εἰκότως ἂν καὶ μονογενὴς καὶ ἀγαπητὸς χρηματίσειε τοῦ Πατρός· οὕτω δὲ, καὶ Θεὸς ἂν εἴη. Τί γὰρ ἂν καὶ Θεοῦ γέννημα, ἢ τὸ τῷ γεγεννηκότι ἀφωμοιωμένον; Κτίζει μὲν οὖν βασιλεὺς πόλιν, ἀλλ' οὐ γεννᾷ πόλιν· γεννᾷν δὲ υἱὸν, ἀλλ' οὐ κτίζειν λέγεται. Καὶ τεχνίτης «δημιουργὸς,» ἀλλ' οὐ πατὴρ γένοιτ' ἂν τοῦ πρὸς αὐτοῦ δημιουργουμένου· τοῦ δὲ ἐξ αὐτοῦ φύντος υἱοῦ οὐκ ἂν «δημιουργὸς» λεχθείη. Καὶ δὴ καὶ ὁ τῶν ὅλων Θεὸς τοῦ μὲν Υἱοῦ Πατὴρ, τοῦ δὲ κόσμου κτίστης ἂν εἰκότως καὶ ποιητὴς λέγοιτο. Εἰ δὲ ἅπαξ που τῆς γραφῆς εὑρίσκοι τις εἰρημένον τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» τὸν νοῦν ἐπισκοπεῖν χρὴ τοῦ λόγου, ὃν μικρὸν ὕστερον ἐκθήσομαι, ἀλλὰ μὴ κατὰ Μάρκελλον ἐκ μιᾶς λέξεως τὸ κυριώτατον τῆς ἐκκλησίας παρασαλεύειν δόγμα. Τοιαῦτα μὲν καὶ ἕτερα πλείονα ὁ Παμφίλου Εὐσέβιος ἐν τῷ πρώτῳ λόγῳ τῷ πρὸς Μάρκελλον φησίν. Καὶ ἐν τρίτῳ δὲ ὁ αὐτὸς, διδάσκων πῶς δεῖ τὸ κτίσμα τὴν λέξιν ἐκδέχεσθαι, τοιάδε φησίν· Τούτων τοίνυν ὧδε ἐπικατασκευαζομένων, ἀκόλουθον ἐστὶ μετὰ τῶν προεκτεθέντων ἁπάντων, καὶ τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» λελέχθαι. Εἰ δὲ λέγει ἐκτίσθαι ἑαυτὸν, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν ταῦτα ἂν εἴποι, οὐδ' ὡς τοῖς λοιποῖς κτίσμασι καὶ αὐτὸς ἐκ τοῦ μὴ ὄντος ὁμοίως γεγονὼς, ὅ τινες οὐκ ὀρθῶς ὑπειλήφασιν· ἀλλ' ὡς ὑφεστὼς μὲν καὶ ζῶν, προών τε καὶ προϋπάρχων τῆς τοῦ παντὸς κόσμου συστάσεως, ἄρχειν δὲ τῶν ὅλων ὑπὸ τοῦ Κυρίου τοῦ ἑαυτοῦ Πατρὸς κατατεταγμένος· τοῦ «ἔκτισεν» ἐνταῦθα ἀντὶ τοῦ «κατέταξεν» ἢ «κατέστησεν» εἰρημένου. ∆ιαρρήδην οὖν τοὺς ἐν ἀνθρώποις ἄρχοντας καὶ ἡγεμόνας «κτίσιν» ὠνόμασεν ὁ εἰπὼν ἀπόστολος, «Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις.» Καὶ ὁ εἰπὼν δὲ προφήτης, «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ· διότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ·» .... τὸ «κτίζων» οὐκ ἐκ τοῦ γεγονότος ἐξ ἀνυπαρξίας παρείληφεν· οὐ γὰρ τότε ἔκτισεν ὁ Θεὸς τὸ πνεῦμα, ὅτε τὸν Χριστὸν αὐτοῦ πᾶσιν ἀνθρώποις κατήγγειλεν, «Οὐδὲν γὰρ πρόσφατον ὑπὸ τὸν ἥλιον·» ἀλλ' ἦν μὲν καὶ προϋπῆρχεν, ἀπεστέλλετο δὲ καθ' ὃν καιρὸν ἦσαν οἱ ἀπόστολοι συνηγμένοι, ὅτε δίκην βροντῆς «Ἐγένετο ἦχος ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας, ἐπληρώθησαν δὲ Πνεύματος Ἁγίου.» Καὶ οὕτως εἰς πάντας ἀνθρώπους τὸν Χριστὸν τοῦ Θεοῦ κατήγγειλαν ἀκολούθως τῇ προφητείᾳ φησάσῃ, «∆ιότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ,» τοῦ «κτίζων» ἀντὶ τοῦ «καταπέμπων» ἢ «κατατάσσων» εἰρημένου, τῆς δὲ βροντῆς καθ' ἕτερον