1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

50

τοῦ ἐχθροῦ." Καὶ ἄλλα δὲ πάμπολλα ἔστιν εὑρεῖν, δι' ὧν ῥᾴδιον μαθεῖν ὡς ἀγαθὸς δημιουργηθεὶς ὁ διάβολος, ἑκὼν εἰς πονηρίαν ἀπέκλινεν. Ἀρκεῖ δὲ καὶ ἡ ἀπειληθεῖσα κόλασις αὐτῷ δεῖξαι τὸ τῆς κακίας αὐθαίρετον. Οὐ γάρ ἐστιν ἴδιον δικαίου Θεοῦ, κολάσαι τὸν ἀνάγκῃ γενόμενον πο νηρόν. Θʹ. -Περὶ ἀνθρώπου. Τὸν δέ γε ἄνθρωπον διαπλασθῆναί φαμεν, οὐχ ὑπ' ἀγγέλων τινῶν κατὰ τοὺς Βασιλίδου καὶ Κηρίνθου μύθους, οὐδὲ ὑπὸ τοῦ Ἰαλδαβαὼθ κατὰ τὴν τῶν Σηθιανῶν ἐμβροντησίαν, οὐδέ γε ὑπὸ τοῦ Σακλᾶ κατὰ τὴν τοῦ Μάνεντος παραπληξίαν· ἀλλ' ὑπὸ τῆς θείας καὶ παναγίας Τριάδος τῆς πάντα τεκτηναμένης. Ἠκούσαμεν γὰρ τῆς θείας λεγούσης Γραφῆς, ὡς ὁ τῶν ὅλων ἔφη Θεός· "Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν." Συνῳδὰ δὲ καὶ ὁ μακάριος ἔφη ∆αβίδ· "Αἱ χεῖρές σου γὰρ, φησὶν, ἐποίησάν με, καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου." Χεῖρας τοῦ Θεοῦ νοοῦμεν, οὐ σωματικά τινα μόρια, ἀλλὰ τὴν δημιουρ γικὴν αὐτοῦ δύναμιν. Οὐ γὰρ σύνθετος ἡ ἀσώματος καὶ ἀπερίγραφος φύσις κατὰ τὴν Αὐδαίου φρε νοβλάβειαν, ἀλλ' ἁπλῆ καὶ ἀνείδεος καὶ ἀσχημάτι στος, καὶ περιληπτικὴ τῶν ὅλων. Ἀκούοντες τοίνυν τῆς Μωσαϊκῆς ἱστορίας διηγουμένης, ὅτι ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον, τὴν τοῦ γράμματος ἐπιζητοῦμεν διάνοιαν, καὶ νοοῦ μεν, ἣν ἔχει διαφερόντως περὶ τὴν ἀνθρωπείαν φύσιν διάθεσιν ὁ τῶν ὅλων Θεός. Τοῦτο γὰρ ὁ μέγας προ φήτης δηλῶν. τἄλλα μὲν εἶπε λόγῳ πεποιηκέναι τὸν τῶν ὅλων Θεὸν, τὸν δὲ ἄνθρωπον, ταῖς χερσὶ διαπλά σαι. Οὔτε δὲ ἐν ἐκείνοις ῥῆμα νοοῦμεν τὸ πρόσταγμα, ἀλλὰ βούλημά τε καὶ θέλημα· οὔτε ἐνταῦθα χειρῶν ἐργασίαν τοῦ σώματος τὴν διάπλασιν, ἀλλὰ τὴν πλείονα περὶ τὸ ποίημα τοῦτο διάθεσιν. Ὥσπερ γὰρ νῦν βουληθέντος αὐτοῦ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ δη μιουργεῖται, καὶ ἡ φύσις τοῖς ἐξ ἀρχῆς παρ' αὐτοῦ τεθεῖσιν ὅροις ἀκολουθεῖ, οὕτως τότε ἀνθρώπινον ἐκ τῆς γῆς ἐθελήσαντος αὐτοῦ συνεπάγη σῶμα, καὶ ὁ πηλὸς ἐγένετο σὰρξ, καὶ αἷμα, καὶ δέρμα, καὶ πιμελὴ, καὶ νεῦρα, καὶ φλέβες, καὶ ἀρτηρίαι, καὶ ἐγκέφαλος, καὶ μυελὸς, καὶ τὰ τῶν ὀστῶν ὑπερείσματα, καὶ τῶν ὀφθαλμῶν οἱ χιτῶνες, καὶ τῆς γλήνης ἡ καθαρότης, καὶ τῶν ἀκοῶν οἱ ἑλικοειδεῖς πόροι, καὶ τῶν ὀδμῶν ἡ ἀντίληψις, καὶ τὸ λογικὸν τοῦ στόματος ὄργανον, ἐν ᾧ οἱ μὲν ὀδόντες τῶν χορδῶν πληροῦσι τὴν χρείαν, 83.480 ἡ δὲ γλῶττα μιμεῖται τὸ πλῆκτρον, ὁ δὲ νοῦς τὴν τοῦ μουσικοῦ δεξιάν. Ἀλλὰ τίς γὰρ ἱκανὸς ἀξίως θαυ μάσαι τὴν τοῦ ζωτικοῦ τούτου ζώου διάπλασιν, ἣν πολλοὶ μὲν καὶ ἄλλοι διαβάλλειν ἐπιχειροῦσιν, οὐχ ἥκιστα δὲ οἱ τοῦ Μάνεντος διάδοχοι; Οὗ δὴ χάριν, οὐ τὸν Θεὸν τοῦτο διαπλάσαι φασὶν, ἀλλὰ τὸν Σακλᾶν, τῆς ὕλης τὸν ἄρχοντα. Ἑλλήνων δὲ οἱ σοφοὶ, Σω κράτης, καὶ Ἱπποκράτης, καὶ Πλάτων, καὶ Ξενοφῶν, καὶ Ἀριστοτέλης, καὶ Γαληνὸς, καὶ μυρίοι ἕτεροι, ὑπεράγανται μὲν τὴν τοῦ ἀνθρωπίνου σώματος ἁρ μονίαν, θαυμάζουσι δὲ ἑκάστου μορίου τὴν χρείαν, καὶ ὁμολογοῦσιν ἡττᾶσθαι τὸν ἐπαινοῦντα λόγον τῆς ἐν τῷδε τῷ ζώῳ θεωρουμένης τοῦ τῶν ὅλων ἀριστο τέχνου σοφίας. Τοσούτῳ κρείττους τῶν δυσωνύμων αἱρετικῶν, οἱ μήτε προφητικὴν δεξάμενοι γεωργίαν, μήτε ἀποστολικῆς ἀπολαύσαντες ποδηγίας, τῷ λογι σμῷ δὲ μόνῳ τὴν τῶν θείων ἐπιτρέψαντες γνῶσιν. Καὶ ταῦτά φημι, οὐχ ὑπὲρ τῆς πολυθέου πλάνης τῶν καλουμένων φιλοσόφων ἀπολογούμενος, ἀλλὰ δεικνὺς τοὺς ἐπὶ τῇ Χριστοῦ προσηγορίᾳ σεμνυνομένους, οὐ μόνων τῶν φιλοσόφων, ἀλλὰ καὶ τῶν δαιμόνων δυσ σεβεστέρους. Τί γὰρ ἀνοσιώτερον τούτων, οἳ πᾶν ὁτιοῦν ἀφορμὴν ποιοῦνται τῆς κατὰ τοῦ ∆ημιουργοῦ βλασφημίας; Ἡμεῖς δὲ ἐπὶ πᾶσιν ὑμνεῖν ἐδιδάχθη μεν, οὐ μόνον ἐπὶ τοῖς