50
προερμηνευθεῖσι διάνοιαν. Εἰρηκὼς γὰρ ἐν τῷ πρὸ τούτου ψαλμῷ, "Φάγονται πένητες, καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζη τοῦντες αὐτόν·" καὶ πάλιν, "Ἔφαγον, καὶ προσ εκύνησαν πάντες οἱ πίονες τῆς γῆς·" ὑποδείκνυ σιν ἐνταῦθα τὸν τῆς τοιαύτης τροφῆς χορηγόν· καὶ καλεῖ τὸν τροφέα ποιμένα· Οὕτω γὰρ καὶ ὁ ∆εσπό της Χριστὸς ἑαυτὸν προσηγόρευσεν· "Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκο μαι ὑπὸ τῶν ἐμῶν." Οὕτως ἑαυτὸν καὶ διὰ Ἰεζε κιὴλ ἐκάλεσε τοῦ προφήτου. Κἀνταῦθα τοίνυν ἅπαν τες οἱ τῆς σωτηρίου τροφῆς ἀπολαύσαντες βοῶσι· "Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει." Παντοδαπὴν γὰρ ἀπόλαυσιν ἀγαθῶν ὁ ποιμὴν οὗτος τοῖς ὑπ' αὐτοῦ ποιμαινομένοις χαρίζεται. βʹ. "Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν." Ἐπειδὴ ποιμένα τὸν τῶν ἀγαθῶν προσηγόρευσε χορηγὸν, εἰκότως καὶ τῆς τῶν προβάτων τροφῆς τροπικῶς ἐμνημόνευσε. Χλόην δὲ ἐνταῦθα τὴν ἱερὰν τῶν θείων λογίων διδασκαλίαν καλεῖ. Πρότερον γὰρ ἐκτρέφει τοῖς λόγοις, καὶ τότε τὴν μυστικωτέραν προσφέρει τροφήν. "Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξ έθρεψέ με." Τὸ τῆς παλιγγενεσίας ὕδωρ αἰνίττεται, ἐν ᾧ βαπτιζόμενος ὁ τῆς χάριτος ἐφιέμενος, ἀπο δύεται μὲν τὸ γῆρας τῆς ἁμαρτίας, νέος δὲ ἀντὶ γεγηρακότος ἀποτελεῖται. 80.1028 γʹ. "Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης." Τούτων δέ μοι, φησὶ, μεταδέδωκε, πρότερόν με τῆς πλάνης ἐλευθερώσας, καὶ τὴν εὐθεῖαν ὁδὸν παρασκευάσας ὁδεύειν. Ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ. Ἅπαντα δὲ ταῦτα τῆς αὐτοῦ δῶρα φιλοτιμίας· οὐ γὰρ διὰ τὴν ἡμετέ ραν ἀρετὴν ἀπελαύσαμεν τούτων. Τοιοῦτον τοί νυν ἐπίκουρον ἔχων, καὶ πρόμαχον, οὐδὲ αὐτὰς δείσω τοῦ θανάτου τὰς πύλας, ἀλλὰ παντὸς θανάτου καταφρονήσω. Τοῦτο γὰρ ἐπήγαγεν δʹ. "Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανά του, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ." Προστίθησι δὲ τούτοις καὶ ἕτερα· "Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν." Τῇ μὲν γὰρ ὑπερείδει μου τὴν ἀσθένειαν, τῇ δὲ ποδηγεῖ πρὸς τὴν εὐθεῖαν ὁδόν· οὐκ ἂν δέ τις ἁμάρ τοι, τὸν σωτήριον οὕτως ὀνομάζων σταυρόν. Τῇ γὰρ τούτου σφραγίδι καὶ μνήμῃ τῶν πολεμίων δαιμόνων ἀπαλλαττόμεθα, καὶ πρὸς τὴν ἀληθῆ ποδηγούμεθα τρίβον. [Καὶ τοῦτό ἐστι τὸ, Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκά λεσαν· ἀπὸ γὰρ δύο ῥάβδων συναγόμενος γίνεται σταυρός· τῇ μὲν ὀρθῇ βακτηρίᾳ ἡμᾶς τοὺς εἰς αὐτὸν πιστεύοντας στηρίζων καὶ εὐθύνων καὶ ἀσθε νοῦντας ἐνισχύων· τῇ δὲ πλαγίᾳ ὡς ῥάβδῳ κατὰ τῶν δαιμόνων χρώμενος.] εʹ. "Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναν τίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον." ∆ῆλα ταῦτα τοῖς μεμυημένοις, καὶ ἑρμηνείας οὐδεμιᾶς δεόμενα. Ἴσασι γὰρ καὶ τὸ πνευματικὸν ἔλαιον, ᾧ τὴν κεφαλὴν ἐπιάνθησαν· καὶ τὴν κρατύνουσαν, ἀλλ' οὐ διαλύουσαν μέθην· καὶ τὴν μυστικὴν τροφὴν, ἣν προτίθησιν ἡμῖν ὁ πρὸς τῷ ποιμαίνειν καὶ νυμφίος γενόμενος. Τού τοις δὲ, φησὶ, τοῖς ἀγαθοῖς εἱστίασάς με, τῶν δυσ μενῶν ἀνιωμένων καὶ τρυχομένων, ὅτι οἱ πάλαι σφίσι δουλεύοντες, τοσαύτης μεταβολῆς τετυχή κασιν. ʹ. "Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν." Τούτων δὲ πρόξενος τῶν ἀγαθῶν ἡ ἄῤῥητός σου φιλανθρωπία, τὴν ἡμετέραν ἱκετείαν οὐκ ἀναμείνασα ἀλλὰ καθά περ τινὰς φεύγοντας καταδιώξασά τε, καὶ φθάσα σα, καὶ μεταδοῦσα τῆς σωτηρίας, καὶ τὴν ἐν τοῖς θείοις οἴκοις παρασχοῦσα διαγωγὴν, ἔν τε τῷ παρόν τι βίῳ, καὶ ἐν τῷ μέλλοντι. Τοῦτο γὰρ παρεδή 80.1029 λωσεν εἰρηκώς· "Εἰς μακρότητα ἡμερῶν," τοῦτ' ἔστιν ἀεὶ, καὶ διηνεκῶς. Τοῦτο δὲ τοῖς αἰῶσιν ἐκεί νοις ἁρμόττει, οἳ πέρας οὐκ ἔχουσιν.
ΕΡΜΗΝ. ΤΟΥ ΚΓʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." Ἐν ἐνίοις ἀντι γράφοις εὗρον, "τῆς μιᾶς τῶν
Σαββάτων." Ἐν δέ γε τῷ Ἑξαπλῷ τοῦτο οὐ πρόσκειται. Πλὴν ἵνα μηδὲ τοῦτο