50
καὶ ἐκ κελεύσματος ἀνθρωπίνου καὶ οὐκ ἐκ ψήφου θείας καὶ κανονικῆς αἱ προβολαί. Καὶ φεῦ μοι τῆς ταλαιπωρίας, πάντα κατατραγῳδεῖν. καὶ τίς ἔχων καρδίαν αἰσθητικὴν οὐκ ἀλγεῖ καὶ στένει; καὶ ποῖος νοῦς ταῦτα ἀναθρώσκων καὶ συμβάλλων οὐχ ὁμολογεῖ αἱρέσεων τὴν ἀποστάτριαν εἶναι Χριστοῦ; καὶ ποῦ μοι πάντα λέγειν τὰ κατὰ νοῦν καὶ ὑπερβαίνειν μέτρον ἐπιστολῆς; εὐσύνοπτα τὰ λεγόμενα, οὐ κεκομψευμένα, οὐ δυσνόητα· τὸ μέν, ὅτι οὐδὲ ἐγὼ ὑψηγορεῖν δυνάμενος, ἀλλὰ καὶ λίαν ὀλίγος καὶ ὀλιγόλογος καὶ βραχύγνωστος, αὐτὰ ταῦτα δι' εὐχῆς τοῦ κοινοῦ πατρὸς καὶ ὑμῶν ἔχων, τὸ δέ, καὶ διὰ τὸ τινὰς ὑμῶν μὴ ἰσχύειν δογματικώτερον καταλαμβάνειν τὴν αἵρεσιν, καὶ ἅμα ὅτι καὶ ἁπλοῦς ὁ λόγος τῆς ἀληθείας ἥ τε αἵρεσις φανερὰ καὶ ἀδογμάτιστος καὶ παιδὶ εὐκατάληπτος· ᾧ γὰρ ὁ θεὸς εἶπε, σύντομος ὁ λόγος. οὗτοι οὐ στοιχοῦσιν, ἀλλὰ καὶ στοιχοῦντας ἀναθεματίζουσι. ∆ῴη δὲ ὑμῖν χάριν ὁ Κύριος ἐπὶ πᾶσιν, ἀγαπητὰ τέκνα. 37 {1Ἰωσὴφ ἀρχιεπισκόπῳ Θεσσαλονίκησ}1 Ἄξια τῆς ταπεινοφροσύνης καὶ σοφίας σου τῆς τε πρός με τὸν ταλαίπωρον ἀγάπης καὶ ὑπὲρ ἀξίαν μου ἀποτιμήσεώς σου τὰ νῦν μοι ἐπεσταλμένα, εἰλικρινῆ καὶ ἀσύμφυρτον τηλαυγοῦντα ἐκ τῆς φωτοειδοῦς σου ψυχῆς, τρισόλβιέ μου ἀδελφοπάτορ, τὴν ἀλήθειαν· ἣν ἀσπασάμενος ηὐχαρίστησα τῷ ἀποπληρωτῇ τῆς ἐπιθυμίας μου Χριστῷ, τῷ τῶν καλῶν ἁπάντων δοτῆρι. καὶ πῶς γε οὐχί, γνώσεώς σε πεπλουτισμένον ὄντα καὶ ζήλου τοῦ προσήκοντος, ἄλλως τε τέκνον ἀληθινὸν τοῦ κοινοῦ πατρός, συνῳδὰ ἡμῖν τοῖς ἐλαχίστοις καὶ φρονεῖν καὶ συνδιατίθεσθαι; Ἀλλ' εὖ γε μὲν ταῦτα, εὐκταιότερον ἔχοντός μου τοῦ ἀνακούστου τῶν ἀμφοτέρων ὁμοφωνίαν, δι' ἣν ἥ τε τῆς ἀληθείας ἀκτὶς μαρμαίρει λαμπρότερον καὶ ἡ τῶν ἀντιδιατιθεμένων αὐτῇ σκολιότης, μᾶλλον δὲ νυκταυγία, ἀπονευροῦταί τε καὶ ἀποζοφοῦται. εὑρηκὼς δὲ ἐν τοῖς γράμμασι τὴν τοῦ ἀναγκαίου διαίρεσιν, σύγγνωθι, ἀπηνεώθην. οὐ γὰρ αὕτη τοῦ ἀναγκαίου, τοῦ δὲ ἐνδεχομένου, ὃ διῄρηται τριχῶς, εἴς τε τὸ ἐπὶ πλέον, ἐπ' ἴσης καὶ ἐπ' ἔλαττον· τοῦ δὲ προτέρου εἴς τε τὸ παρὸν καὶ ἐσόμενον, εἶτα τοῦ παρόντος ἐπιδιαίρεσις εἰς ἀΐδιον καὶ εἰς τὸ ἔστ' ἂν ᾖ. τοῦ δὲ ἔστ' ἂν ᾖ ὑποδιαίρεσις εἰς τὸ ὑποκείμενον καὶ κατηγορούμενον, τοῦ ὡς ἐπὶ πολὺ ἐνδεχομένου χωροῦντος εἰς τὸ ὑπάρχον, τοῦ δὲ εἰς τὸ ἀναγκαῖον, οὐ μὴν ἀντιστρέφοντος, εἰ καὶ ἐκεῖθεν κατιόντας· οὐ γὰρ εἴ τι ἀναγκαῖον ἤδη καὶ ἐνδεχόμενον, εἴ τι δὲ τὸ ὡς ἐπὶ πολὺ ἐνδεχόμενον, ὁδεῦον διὰ μέσου τοῦ ὑπάρχοντος ἔστ' ἂν ᾖ ἀναγκαῖον. καὶ γοῦν πᾶς ἄνθρωπος γραμματικός, καί τις ἄνθρωπος γραμματικός. ἀλλὰ τὸ μὲν πρῶτον ἐνδεχόμενον, δυνατὸν γὰρ γενέσθαι, τὸ δὲ δεύτερον ἀναγκαῖον, ἐπὰν ἔστιν ἐνεργείᾳ· οὗ θανέντος ἀπέστη ἡ κατὰ τὸ ἀναγκαῖον ἐνέργεια. τοῦτό φησιν ἔστ' ἂν ᾖ, τὸ ἕως ἂν ᾖ ἤτοι. τὸ δὲ ἕτερον, τὸ μήποτε τοῦθ' ὅπερ ἐστὶν ἀλλοιούμενον· οἷα τὰ ἀΐδια, ἄγγελος καὶ ψυχή. καί γε ἔχομεν τὸ ζητούμενον. ὥστε τὸν ἁλόντα ἐνδεχομένῳ κανόνι πείσεσθαι ἔστιν ὅτε διὰ τὴν τοῦ ἀνδρὸς ἄλλην μοχθηρίαν τὰ τοῦ κατὰ τὸ ἀναγκαῖον κειμένου, ἀλλ' οὐχὶ τοῦδε τὰ τοῦ κατὰ τὸ ἐνδεχόμενον· οὐ γὰρ ἐνδέχεται, ἰσορροποῦντος ἤδη τῷ ἀδυνάτῳ. πᾶν γὰρ ὃ ἀδύνατον, ἀντεστραμμένως καὶ ἀναγκαῖον· οἷον, ἀναγκαῖον τὸν ἥλιον λάμπειν, ἀλλὰ καὶ ἀδύνατον μὴ λάμπειν. τὸ δὲ φάναι τὴν ἁγιωσύνην σού ποτε μὴ λάμψαι, πάντως ἐπὶ τοῦ πάθους τοῦ Χριστοῦ· ἐν νυκτὶ γὰρ οὐκ οἶδ' ὅπως. ταῦτα δὲ τέρατα καὶ οὐκ ἔννομα, οὐδὲ ἐγκάνονα, ἀλλ' ἢ ὑπὲρ φύσιν ἢ παρὰ φύσιν. καὶ τὸ μὲν πρῶτον δηλοῖ ἡ Χριστοῦ οἰκονομία, τὸ δὲ δεύτερον ἡ νῦν παρανομία, μάλιστα οὐκ ἐν ἀποβύστῳ καὶ ὡς ἐν παρεκδρομῇ γεναμένη, ἀλλ' ἐμφανῶς καὶ εἰς νόμον κρατυνθεῖσα τὸ καθ' αὑτὴν διὰ τῆς συνοδικῆς πράξεως καὶ τῆς τῶν ὑπὲρ ἀληθείας ἐνισταμένων ἐξορίσεως, ὡς ἐπί τινος τοὐναντίον θείων κανόνων παραβάσεως, τἀληθέστερον δὲ εἰπεῖν στιβαρᾶς καὶ πονηρᾶς αἱρέσεως. Ὢ τῆς τόλμης τῶν δρασάντων· οἷς ὅσον τὸ κατάκριμα τῆς τῶν θείων νόμων, μᾶλλον δὲ τοῦ εὐαγγελίου