1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

50

ἔτη ϛʹ. αʹ. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. ιϛʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Ἀνατόλιος ἔτη θʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος ∆ιόσκορος ἔτη εʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος Μάξιμος ἔτη δʹ. βʹ. Τούτῳ τῷ ἔτει Μαρκιανὸς ὁ εὐσεβὴς θείᾳ ψήφῳ αὐτοκράτωρ ἀναδειχθεὶς τοὺς ἐν ἐξορίᾳ πάντας ἀνεκαλέσατο. ἡ δὲ μακαρία Πουλχερία τὸν παμμίσητον Χρυσάφιον τὸν εὐνοῦχον ἐκδέδωκεν Ἰορδάνῃ, τῷ παιδὶ Ἰωάννου, τοῦ ἐν Ῥώμῃ τυραννήσαντος καὶ προσχωρήσαντος πρὸς Ἀρδαβούριον καὶ Ἄσπαρα καὶ εἰς τὸ Βυζάντιον ἐλθόντος καὶ τιμῆς ἀξιωθέντος, ἀναιρεθέντος τε δόλῳ ὑπὸ Χρυσαφίου· ὃν λαβὼν Ἰορδάνης ἀνεῖλεν. ἄξιον δέ ἐστι καὶ τὴν ἐξ ἀρχῆς τοῦ θεοῦ εἰς 104 Μαρκιανὸν τὸν βασιλέα ἐκλογὴν σημᾶναι. ἐν τοῖς παρῳχηκόσι χρόνοις, ἐν οἷς ὁ Περσικὸς ἐκινήθη πόλεμος, στρατιώτης ὢν λιτὸς ὁ Μαρκιανὸς μετὰ τοῦ ἰδίου νουμέρου ἀπὸ τῆς Ἑλλάδος κατὰ Περσῶν ἀπῄει καὶ γενόμενος ἐν Λυκίᾳ ἀρρωστίᾳ περιέπεσεν. καὶ καταλειφθεὶς ἐν πόλει Σιδήμᾳ κἀκεῖσε χρονοτριβήσας προσκολλᾶται δύο ἀδελφοῖς τισιν, Ἰουλίῳ καὶ Τατιανῷ καλουμένοις, οἵ τινες εἰς τὸν ἴδιον οἶκον λαβόντες αὐτὸν διανέπαυον· εἰς θήραν δὲ ἐξελθόντες ἔλαβον αὐτὸν μεθ' ἑαυτῶν. κοπιάσαντες δὲ περὶ μεσημβρίαν ἐκοιμήθησαν. προεξυπνισθεὶς δὲ ὁ Τατιανὸς θεωρεῖ τὸν Μαρκιανὸν εἰς τὸν ἥλιον κοιμώμενον, καὶ ἀετὸν παμμεγεθέστατον ἐπ' αὐτὸν ἐλθόντα καὶ τὰς ἑαυτοῦ πτέρυγας διαπετάσαντα καὶ σκιὰν ἐπ' αὐτῷ περιποιούμενον. καὶ τοῦτο θεασάμενος ἐγείρει τὸν ἑαυτοῦ ἀδελφὸν καὶ τὸ θαῦμα ὑποδείκνυσιν· καὶ ἐπὶ πολὺ θαυμάζοντες τὴν τοῦ πετεινοῦ εὐνοϊκὴν δουλείαν ἐξυπνίζουσιν αὐτὸν καὶ λέγουσιν· "ἐὰν βασιλεύσῃς, τί ἡμῖν χαρίζῃ;" ὁ δὲ εἶπεν· "τίς γάρ εἰμι, ἵνα εἰς ἐμὲ τοῦτο γένηται;" οἱ δὲ ἐκ δευτέρου τὸν λόγον εἶπον. λέγει ὁ Μαρκιανός· "ἐὰν τοῦτο ἐκ θεοῦ γένηται, πατέρας ὑμᾶς ἀνακηρύξω." τότε διδόασιν αὐτῷ σʹ νομίσματα λέγοντες· "πορεύου ἐν Κωνσταντινουπόλει καὶ μέμνησο ἡμῶν, ὅταν ὁ θεός σε ὑψώσῃ." ὁ δὲ ἀπελθὼν προσκολλᾶται Ἀρδαβουρίῳ καὶ Ἄσπαρι τοῖς στρατηγοῖς Ἀρειανοῖς οὖσιν, καὶ ποιήσας παρ' αὐτοῖς ιεʹ χρόνους καὶ δομέστικος αὐτῶν γεγονὼς κατῆλθε μετὰ τοῦ Ἄσπαρος εἰς Ἀφρικὴν παρατάξασθαι πρὸς Γιζέριχον, καὶ ἐν τῷ πολέμῳ ἐκρατήθη ὑπὸ Γιζερίχου· τοῦ δὲ Γιζερίχου ἐν τῇ ἰδίᾳ αὐλῇ τοὺς αἰχμαλωτισθέντας ἀποκλείσαντος ἐκ τῶν ὑπερῴων κατανοεῖ αὐτούς, καὶ περὶ μεσημβρίαν παρακύψας ὁρᾷ τὸν Μαρκιανὸν καθεύδοντα, καὶ ἀετὸν ἐλθόντα καὶ τὰς πτέρυγας ἐκτείνοντα καὶ σκιάζοντα αὐτόν· καὶ τοῦτον ἰδὼν ὁ Γιζέριχος θείαν εἶναι οἰκονομίαν ἐλογίσατο ταύτην. καὶ μεταπεμψάμενος τὸν ἄνδρα καὶ γνοὺς εἶναι αὐτὸν δομέστικον τοῦ Ἄσπαρος ἔγνω, ὅτι εἰς βασιλείαν ἀνάγεσθαι μέλλει. καὶ ἀποκτεῖναι αὐτὸν οὐκ ἠθέλησε λογισάμενος, ὅτι τὴν τοῦ θεοῦ βουλὴν οὐδεὶς δύναται κωλῦσαι, ὅρκον δὲ αὐτὸν ἀπῄτησεν, ὅτι, εἰ τῷ θεῷ φίλον 105 βασιλεύειν αὐτόν, οὐ πολεμήσει ποτὲ Οὐανδήλοις. καὶ οὕτως ἀβλαβὴς ἀπολυθεὶς ὁ Μαρκιανὸς ἦλθεν εἰς τὸ Βυζάντιον. χρόνου δὲ ὀλίγου διελθόντος, καὶ Θεοδοσίου τελευτήσαντος, βασιλεὺς ἀνεδείχθη, ὡς προέφημεν. ἐγένετο δὲ χρηστὸς περὶ πάντας τοὺς ὑπηκόους. ὁ δὲ Ἀττίλας ἐπανίσταται τοῖς βασιλεῦσι ..... Ῥώμης Οὐαλεντινιανῷ, διότι οὐκ ἔδωκεν αὐτῷ εἰς γυναῖκα τὴν οἰκείαν ἀδελφὴν Ὀνωρίαν· καὶ ἐλθὼν μέχρι πόλεως Αὐρηλίας, συμπλακεὶς Ἀετίῳ, τῷ στρατηγῷ Ῥωμαίων καὶ ἡττηθείς, πλείστους ἀποβαλὼν τῆς δυνάμεως παρὰ Λίγυν ποταμὸν ὑπέστρεψε κατῃσχυμμένος. ὁ δὲ Μαρκιανὸς τῆς ἐν Λυκίᾳ γεγενημένης αὐτῷ ἀναμνησθεὶς εὐεργεσίας, Τατιανὸν καὶ Ἰούλιον μεταπεμψάμενος πατέρας αὐτοὺς ἀνεκήρυξεν. καὶ τὸν μὲν Τατιανὸν ἔπαρχον ἐποίησε τῆς πόλεως, τῷ δὲ Ἰουλίῳ τὴν τῶν Λυκίων ἐνεχείρισεν ἀρχήν. ἡ δὲ μακαρία Πουλχερία πολλὰς μὲν καὶ ἄλλας ἀνήγειρε τῷ Χριστῷ ἐκκλησίας, ἐξαιρέτως δὲ τὴν ἐν Βλαχέρναις τῆς πανυμνήτου δεσποίνης ἡμῶν θεοτόκου ἐν ἀρχῇ τῆς βασιλείας τοῦ εὐσεβοῦς Μαρκιανοῦ. Λέων δέ, ὁ μακάριος πάπας Ῥώμης, ἔγραψε