θεοποιήσαντας, καὶ τῇ κτίσει μᾶλλον ἢ τῷ κτίστῃ λατρεύσαντας. Αἰτιᾶται δὲ καὶ Ἰουδαίους, ὡς μὴ φυλάξαντας τὸν νόμον· ἀλλὰ καὶ μᾶλλον διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάσαντας. Καὶ οὕτως ἀμφότερα τὰ μέρη Ἰουδαίους τε καὶ Ἕλληνας ἐλέγχει, καὶ συγκλείει ἐπὶ παρανομίᾳ· ἵνα δείξῃ, ὅτι ἴσοι γενόμενοι οἱ πάν τες, ὡς ὑπεύθυνοι ἐπίσης, καὶ τοῦ Λυτρουμένου δέ ονται. Τῆς δὲ χάριτος καὶ λυτρώσεως ἐπίσης καὶ τοῖς Ἰουδαίοις γενομένης καὶ τοῖς ἔθνεσιν, εἰκότως καὶ ἡ κλῆσις γέγονε τῶν ἐθνῶν· τῆς δὲ κλήσεως τῶν ἐθνῶν γενομένης, ἐξ ἀνάγκης πέπαυται ἡ περιτομὴ καὶ ἡ ἐν τῷ νόμῳ σκιά. Ὁ γὰρ Ἀβραὰμ, φησὶν, οὐκ ἐν περιτομῇ, ἀλλὰ πρὸ τῆς περιτομῆς δικαιω θεὶς, μετωνομάσθη μὲν Ἀβραὰμ, ὅτι πατὴρ πολλῶν ἐθνῶν ἔμελλεν εἶναι, κατὰ τὴν ἐν τῇ ἀκροβυστίᾳ πίστιν· ἔλαβε δὲ μετὰ τὸ δικαιωθῆναι, καὶ τὴν περι τομὴν ἐν τῇ σαρκὶ, ἵνα σημεῖον ᾖ τοῖς κατὰ σάρκα γεννωμένοις ἐξ αὐτοῦ παύσεσθαι τότε περιτομὴν, ὅταν τὰ ἔθνη γένηται τέκνα τοῦ Ἀβραὰμ, ἀρξά μενα πολιτεύεσθαι κατὰ τὴν πίστιν τοῦ Ἀβραὰμ, ἐν ᾖ ἐδικαιώθη, ὅτε ἦν ἐν ἀκροβυστίᾳ. Τούτων γὰρ χάριν καὶ μετωνομάσθη ἀπὸ Ἀβρὰμ, Ἀβραάμ. Ἀνάγκη δὲ, ἐλθόντων τῶν σημαινομένων, παύεσθαι τὸ σημαῖνον. Εἰ μὲν οὖν τὰ ἔθνη ἀναγκάζουσι περι τέμνεσθαι, παυέτωσαν καὶ τὸ ὄνομα τοῦ Ἀβραὰμ, καὶ καλείσθω Ἀβράμ· εἰ δὲ Ἀβραὰμ παρὰ τοῦ Θεοῦ μετωνομάσθη, οὐ δεῖ περιτέμνεσθαι τὰ ἔθνη· ἀλλ' οὐδὲ αὐτοὺς ἔτι τοὺς κατὰ σάρκα Ἰουδαίους, ἵνα ᾖ τὸ ὄνομα βέβαιον, καὶ πατὴρ πολλῶν ἐθνῶν καλῆται. Καὶ γὰρ οὐ χρείαν ἔχει λοιπόν τις περι τέμνεσθαι, ἀρκούμενος τῇ πίστει τοῦ Ἀβραάμ· ἀλλ' οὐδὲ τῆς ἄλλης τῆς ἐν τῷ νόμῳ σκιᾶς. Οὐ γὰρ ἐκ τούτων, ἀλλ' ἐκ πίστεως δικαιοῦταί τις, καθάπερ καὶ Ἀβραάμ. Ταῦτα οὕτως κατασκευάσας, ἀπο δείκνυσι πάλιν, ὅτι ἄλλως οὐκ ἂν γένοιτο λύτρωσις καὶ χάρις τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσιν, εἰ μὴ λυθῇ ἡ ἀρχαία ἁμαρτία, ἡ διὰ τοῦ Ἀδὰμ εἰς ἅπαντας γενο μένη. ∆ι' ἄλλου δὲ ταύτην μὴ δύνασθαι ἐξαλιφῆναί φησιν, ἢ διὰ τοῦ Υἱοῦ, δι' οὗ καὶ ἐξ ἀρχῆς ἡ κατάρα γέγονεν. Οὐ γὰρ δυνατὸν ἦν ἄλλον λῦσαι τὸ παρά πτωμα. Εἶτα γράφει, ὅτι ἄλλως τοῦτο οὐ μὴ γένη 28.416 ται, εἰ μὴ σωματωθεὶς ὁ Υἱὸς τοῦ Θεοῦ γένηται ἄν θρωπος, ἵνα, τοῦτο, φημὶ δὴ, τὸ ὁμοιοπαθὲς ἡμῖν σῶμα προσενέγκας ὑπὲρ πάντων, τοὺς πάντας ἐλευ θερώσῃ ἀπὸ τοῦ θανάτου, καὶ ὥσπερ δι' ἑνὸς ἀνθρώ που ἡ ἁμαρτία εἰς κόσμον εἰσῆλθεν, οὕτως καὶ δι' ἑνὸς ἀνθρώπου εἰς πάντας ἀνθρώπους ἡ χάρις γένη ται. Καὶ λοιπὸν, ὡς καλὸς οἰκονόμος, τοὺς μὲν Ἰου δαίους παραμυθεῖται, ὅτι Οὐ παραβάται γίνεσθε τοῦ νόμου, ἐὰν εἰς τὸν Χριστὸν πιστεύσητε· τοῖς δὲ ἀπὸ τῶν ἐθνῶν παρεγγυᾷ μὴ ἐπαίρεσθαι κατὰ τοῦ Ἰσραὴλ, ἀλλὰ γινώσκειν, ὅτι, ὡς κλάδοι ἐπὶ τὴν ῥίζαν, οὕτως ἐπ' ἐκείνους ἐνεκεντρίσθησαν. Μετὰ δὲ ταῦτα παρ αινετικοὺς λόγους εἰς τὰ ἤθη διδάξας, τελειοῖ τὴν Ἐπιστολήν. ∆ευτέρα, πρὸς Κορινθίους. Ταύτην ἐπιστέλλει ὁ αὐτὸς Παῦλος πρὸς Κο ρινθίους ἀπὸ Ἐφέσου τῆς Ἀσίας, ἑωρακὼς μὲν αὐτοὺς ἤδη καὶ διδάξας, ὑπομιμνήσκων δὲ ὅμως διὰ τῆς Ἐπιστολῆς ταύτης. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆςαὕτη· Κορίνθιοι, ἐκ φιλονεικίας συναγόμενοι, ἐσχί ζοντο ταῖς γνώμαις, καὶ λοιπὸν ἦν ἐν αὐτοῖς σχί σματα· καὶ ὄντων σχισμάτων, παρεβλέποντο τὸν λα βόντα τὴν μητρυιὰν εἰς γυναῖκα. Ἄλλοι δὲ ἤθελον καταλιμπάνειν τὰς γυναῖκας προφάσει τῆς ἐγκρα τείας. Τινὲς δὲ καὶ ἐν εἰδωλείοις ἤσθιον ὡς ἀδιαφόρων ὄντων τῶν εἰδωλοθύτων. Ἄλλοι δὲ τοὺς μὲν ἄλλους ἐξουθένουν, τοὺς δὲ λαλοῦντας γλώσσαις ἐθαύμαζον. Καὶ τέλος ἠπάτηντο καὶ εἰς τὸ περὶ ἀναστάσεως μυστήριον, λέγοντες μὴ ἐγείρεσθαι τὴν σάρκα ταύτην. Τούτων πάντων ἐν Κορίνθῳ κινουμένων, γράφουσιν οἱ λαοὶ τῷ Ἀποστόλῳ, καὶ λοιπὸν πρὸς πάντα ἀντι γράφει. Καὶ πρῶτον μὲν μαρτυρεῖ αὐτοῖς ἐν φρονή σει καὶ γνώσει· οὐκ
51