1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

51

καὶ τῶν ἄλλων ἐν ἄλλοις τόποις. πλὴν φαίνονται αὐτῶν τῶν λεχθέν- των θεῶν οἱ τάφοι· ἄνθρωποι γὰρ ἦσαν καὶ ταῦτα μοχθηροὶ καὶ μάγοι. οὐδὲ γὰρ ἄλλως μονοκράτορες ἐγεγόνεισαν (Ζεὺς λέγω ὁ μυθικὸς καὶ ∆ιόνυσος), εἰ μὴ τῇ μεταμορφώσει ὧν ἤθελον ἐπεκράτουν εἰς ὅπερ αὐ- τοὶ ἤθελον. εἰ δὲ τούτων δεῖ ζηλοῦν τοὺς βίους, μὴ μόνον τὰς μοιχείας, ἀλλὰ καὶ τὰς τραπέζας αὐτῶν μιμώμεθα. ὁ γὰρ Κρόνος τὰ αὑτοῦ τέκνα κατέπιεν καὶ Ζεὺς ὁμοίως τὴν αὑτοῦ θυγατέρα. καὶ τί δεῖ λέγειν; Πέλοψ πάντων θεῶν δεῖπνον ἐγένετο. ὅθεν καὶ ἡμεῖς πρὸ τῶν ἀθεμίτων γάμων ὅμοιον δεῖπνον τοῖς θεοῖς ἐπιτελέσωμεν. οὕτω γὰρ ἂν εἴη τὸ δεῖπνον τῶν γάμων ἄξιον. ἀλλὰ τοῦτο οὐκ ἂν ὑποσταίης ποτέ, ὡς οὐδὲ ἐγὼ τὸ μοιχήσασθαι. πρὸς τούτοις δέ μοι ἔρωτος ὡς δυνατοῦ θεοῦ ἀπειλεῖς χόλον. ἔρως θεὸς οὐκ ἔστιν οἷος δοκεῖ, ἀλλ' ἐκ τῆς τοῦ ζσου κράσεως πρὸς διαδοχὴν τοῦ βίου κατὰ πρόνοιαν τοῦ τὰ πάντα ἐνεργήσαντος συμβαίνουσα ἐπιθυμία, ἵνα τὸ πᾶν γένος μηδεπώ- ποτε ἐπιλείπῃ, ἀλλὰ προφάσει ἡδονῆς ἐκ τῆς τοῦ μέλλοντος τελευτᾶν οὐσίας πάλιν ἄλλος γένηται, νομίμῳ προεκπεφυκὼς γάμῳ, ὅπως πρὸς τὸ γηροτροφεῖν τὸν αὑτοῦ πατέρα γνώσῃ· ὅπερ ποιεῖν οἱ ἐκ μοιχείας γεγονότες οὐκ ἂν ἐδύναντο, φύσιν στοργῆς πρὸς τοὺς γεννήσαντας οὐκ ἔχοντες. ἐπεὶ οὖν διαδοχῆς ἕνεκεν καὶ γνησίας ἐπαυξήσεως, ὡς ἔφην, ἡ ἐπιθυμία συμβαίνει ἡ ἐρωτική, χρὴ τοὺς γονεῖς, σωφροσύνης προνοουμένους, τοὺς αὑτῶν παῖδας πρὸ τῆς ἐπιθυμίας διὰ τῶν σωφρονι- ζόντων βιβλίων προπαιδεύειν καὶ τοῖς κρείττοσιν αὐτοὺς προεθίζειν λό- γοις (ὅτι δευτέρα φύσις ἡ συνήθεια), πρὸς τούτοις δὲ πυκνῶς αὐτοὺς τὰς κολάσεις ὑπομιμνήσκειν τὰς ἐκ τῶν νόμων, ἵνα ὥσπερ χαλινῷ τῷ φόβῳ χρώμενοι ταῖς ἀτόποις μὴ συντρέχωσιν ἡδοναῖς. προσήκει δὲ καὶ πρὸ τοῦ τὴν ἐπιθυμίαν ἐπακμάσαι γάμῳ τὸ φυσικὸν τῆς ἡλικίας πληρο φορεῖν πάθος, πρότερον πείσαντας εἰς εἶδος ἑτέρας γυναικὸς μὴ ἀτενί- ζειν. ὁ γὰρ νοῦς ἡμῶν, ὁπόταν τὰ πρῶτα τῇ τέρψει τὸ εἶδος τῆς ἐρωμέ- νης ἀπομάξηται, ὥσπερ ἐν κατόπτρῳ ἐνορῶν ἀεὶ τὴν μορφὴν διὰ τῆς μνήμης βασανίζεται· καὶ μὴ τυγχάνων μὲν τῆς ἐπιθυμίας, τῆς ἐπιτυχίας μελετᾷ τὰς ὁδούς, ἐπιτυχὼν δὲ μᾶλλον αὔξεται, ὥσπερ τὸ πῦρ τῆς ὕλης εὐπο- ροῦν, καὶ μάλισθ' ὅταν τῇ ψυχῇ τοῦ ἐρῶντος πρὸ τοῦ πάθους προεν- τετυπωμένος μὴ προϋπάρξῃ φόβος. ὡς γὰρ ὕδωρ πῦρ κατασβέννυσιν, οὕτως καὶ φόβος τῆς ἀλόγου ἐπιθυμίας ἐστὶ σβεστήριος. ὅθεν ἐγὼ ἔκ τινος Ἰουδαίου τὰ θεῷ πρέποντα καὶ νοεῖν καὶ ποιεῖν ἐκμαθοῦσα, εὐ- άλωτος πρὸς μοιχείαν ὑπὸ ψευδῶν μύθων οὐ γίνομαι. θέλοντι δέ σοι καὶ σπουδάζοντι σωφρονεῖν, φλεγμαινούσῃ ψυχῇ πρὸς ἔρωτα βοηθοίη θεὸς καὶ τὴν ἴασιν παράσχοι. Ἐπακούσας δὲ ὁ Ἀππίων τῆς ὑποκρίτου ἀντιγραφῆς ἔφη· Μήτι ἀλόγως Ἰουδαίους μισῶ; νῦν γοῦν ταύτην τίς ποτε συντυχὼν Ἰουδαῖος καὶ εἰς τὴν θρησκείαν μεταγαγὼν ἀνέπεισε σωφρονεῖν, καὶ ἀδύνατόν ἐστιν τοῦ λοιποῦ αὐτὴν εἰς κοινωνίαν ἑτέρου τινὸς συνελθεῖν, ὅτι οἱ τοιοῦτοι τὸν θεὸν ὡς παντεπόπτην τῶν πράξεων προθέμενοι σφόδρα σωφρονεῖν ἐνκαρτεροῦσιν ὡς λαθεῖν μὴ δυνάμενοι. ταῦτα ἀκούσας ἔφην τῷ Ἀππίωνι·