51
παρανόμων κατὰ τοῦ Ναβουθὲ ἐν Σαμαρείᾳ, καὶ τὸ πλῆθος τῶν Ἰουδαίων κατὰ τοῦ Κυρίου ἐν Ἱερουσαλὴμ καὶ κατὰ Στεφάνου τοῦ πρωτομάρτυρος αὐτοῦ. Ἔστωσαν οὖν οἱ μάρτυρες πραεῖς, ἀόργητοι, ἐπιεικεῖς, ἀγαπητικοί, σώφρονες, ἐγκρατεῖς, ἀπόνηροι, πιστοί, θεοσεβεῖς· ἡ γὰρ τῶν τοιούτων μαρτυρία καὶ διὰ τοῦ τρόπου αὐτῶν βεβαία καὶ διὰ τῆς ἀναστροφῆς αὐτῶν ἀληθὴς ὑπάρχει. Τῶν δὲ μὴ τοιούτων μὴ παραδέχεσθε τὴν μαρτυρίαν, εἰ καὶ συμφωνεῖν δοκοῦσιν ἐπὶ τῇ ψευδομαρτυρίᾳ· προστέτακται γὰρ ἐν τοῖς Νόμοις· «Oὐκ ἔσῃ μετὰ πολλῶν ἐπὶ κακίᾳ, οὐ παραδέξῃ ἀκοὴν ματαίαν, οὐ συγκαταθήσῃ μετὰ πλήθους ἐκκλῖναι τὸ δίκαιον.» Ἐν μέρει δὲ καὶ τὸν κρινόμενον εἰδέναι ὀφείλετε, ὁποῖός ἐστιν τῇ τοῦ βίου συνηθείᾳ καὶ ἀναστροφῇ· εἰ μεμαρτυρημένος τὸν βίον, εἰ ἀνέγκλητος, εἰ ὁσιότητα ἐζηλωκώς, εἰ φιλόχηρος καὶ φιλόξενος καὶ φιλόπτωχος καὶ φιλάδελφος, εἰ μὴ αἰσχροκερδὴς καὶ μὴ βρώτης καὶ χρηματολαίλαψ, εἰ σώφρων καὶ μὴ ἄσωτος ἢ μέθυσος ἢ ἀργοφάγος, εἰ εὔσπλαγχνος καὶ εὐμετάδοτος. Eἰ γὰρ αὐτῷ προϋπόκειται ἔργα φαῦλα, ἤδη ἐκ μέρους ἀληθεῖς ἂν εἶεν καὶ αἱ νῦν αὐτῷ ἐπιφερόμεναι κατηγορίαι, εἰ μὴ ἂν αὐτῷ τὸ δίκαιον ἔχει συναγωνιζόμενον· ἐγχωρεῖ γὰρ αὐτὸν ἡμαρτηκέναι μέν ποτε, τούτου δὲ τοῦ ἐγκλήματος ἀθῶον ὑπάρχειν. ∆ιὸ ἀκριβῶς περὶ τὰ τοιαῦτα νήφοντες, ἀσφαλεῖς καὶ βεβαίας ποιεῖσθε τὰς ἀποφάσεις κατὰ τοῦ ἐλεγχθέντος· καὶ ἐὰν μετὰ τὸν ἀφορισμὸν συγγνώμην αἰτῇ καὶ προσπέσῃ τῷ ἐπισκόπῳ καὶ ἡμαρτηκέναι ὁμολογῇ, προσδέξασθε αὐτόν. Μήτε δὲ τὸν συκοφάντην ἀτιμώρητον ἐάσητε, ἵνα μὴ καὶ ἕτερόν τινα καλῶς βιοῦντα βλασφημήσῃ ἢ ἕτερον τινα προτρέψηται τὰ ὅμοια αὐτῷ δρᾶσαι, μήτε μὴν τὸν ἐλεγχθέντα ἀνύβριστον, ὅπως μὴ καὶ ἕτερος τοῖς αὐτοῖς αὐτῷ ἐνσχεθῇ. Oὔτε γὰρ μάρτυς κακῶν ἀτιμώρητος ἔσται, οὔθ' ὁ πλημμελῶν δίκης ἐκτός. Eἴπομεν δέ, ὅτι κρίσεις οὐ δίκαιον μονομερεῖς ποιεῖσθαι. Ἐὰν γὰρ τοῦ ἑνὸς προσώπου ἀκούσητε, μὴ παρόντος τοῦ ἑτέρου μηδὲ ἀπολογησαμένου πρὸς τὸ ἐπιφε ρόμενον ἔγκλημα, καὶ προπετῶς ἐξενέγκητε ψῆφον κατακρί σεως, ἔνοχοι τῆς ἀναιρέσεως καὶ συμμερισταὶ τῷ συκοφάντῃ παρὰ Θεῷ εὑρεθήσεσθε τῷ δικαίῳ κριτῇ. «Ὡς γὰρ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρί σεως.» Ἐὰν δὲ μιμηταὶ γένησθε τῶν ἐν Βαβυλῶνι πρεσβυτέρων, οἵτινες καταμαρτυρήσαντες τῆς Σωσάννης ἀδίκως κατεδίκασαν αὐτὴν εἰς θάνατον, ἔνοχοι τῆς ἐκείνων