Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
κατεύθυνον. Εἰ γάρ τις ἀπόσχοιτο τοῦ κακοῦ, καὶ εἰς σύνεσιν ἀναδραμὼν τὴν ἀνθρώπῳ πρέπουσαν ἀποσκευάσοιτο μὲν φρόνημα τὸ κτηνοπρεπὲς, γένοιτο δὲ σοφὸς καὶ ἀρτίφρων ἀνὴρ, τότε δὴ ἐλπίδα καὶ καταφυγὴν ἑαυ τοῦ ποιήσει τὸν συνετίσαντα Θεόν· τότε κυκλωθή σεται καὶ αὐτὸς ἐλέῳ καὶ οἰκτιρμοῖς, καὶ ὑπὸ χεῖρα γενήσεται τοῦ σώζειν εἰδότος καὶ δυναμένου Θεοῦ. Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε, δίκαιοι. (A f. 173 b, C f. 66 b) Ὡς ἄγαν σοφὸν τῆς ᾠδῆς τὸ συμπέρασμα! Ἀποτρέπει γὰρ ἐπί τινι τῶν κοσμι κῶν ἐπαγάλλεσθαι, ἐπὶ Θεῷ δὲ μᾶλλον χαίρειν παραι 69.86 νεῖ. Εἶεν δ' ἂν ταῦτα χαρισμάτων δηλονότι πνευμα τικῶν διανομαὶ, καὶ γερῶν ἐλπίς. Πλὴν οὐχ ἅπασιν ἃν πρέποι χαίρειν ἐπὶ Θεῷ, ἁρμόσοι δ' ἂν μᾶλλον τοῖς δικαιοσύνης ἐρασταῖς. Τούτων ἐστὶ τὸ ἐπὶ μόνῳ Θεῷ ἀγαλλιᾶσθαι, καὶ ἐπ' αὐτῷ καυχᾶσθαι, κατὰ τὸν θεῖον Ἀπόστολον, "Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω," παρεγγυώμενον.
ΨΑΛΜΟΣ ΛΒʹ.
Ψαλμὸς τῷ ∆αβὶδ ἀνεπίγραφος παρ' Ἑβραίοις. (A f. 174 b, C f. 66 b) Καί γε
ᾄδεσθαί φαμεν τὸν μετὰ χεῖρας ψαλμὸν ὡς ἐκ προσώπου τοῦ μακαρίου ∆αβὶδ, εἴτουν εἰς τιμὴν καὶ δόξαν Χριστοῦ, ὃς καὶ ὠνομάσθη ∆αβὶδ διὰ τὴν κατὰ σάρκα γέννησιν· ἐξέφυ γὰρ ἐξ αἵματος Ἰεσσαὶ καὶ ∆αβίδ. Περιέχει δὲ τῆς προκειμένης ᾠδῆς ἡ δύναμις πρῶτον μὲν πρόκλησίν τινα καὶ προτροπήν· ἁγίοις γὰρ χρῆναι δοξολογεῖν, καὶ ᾠδὰς τὰς χαριστηρίους ἀνάπτειν Θεῷ σώσαντι τὴν ὑπ' οὐρανὸν, ἀνακεφαλαιωσαμένῳ τε τὰ πάντα ἐν Χριστῷ τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ὃς πάντας ἡμᾶς ἐξείλετο τῆς τοῦ διαβόλου τυραννίδος καὶ σκαιότητος. Εἶτα πρὸς τοῦτο, λόγος εὐθὺς εἰσκο μίζεται μυσταγωγικὸς, δι' οὗ μανθάνομεν ὡς ἄμαχον ἔχει τὴν χεῖρα Χριστὸς καὶ τὸ νεῦμα παναλκὲς, καὶ μὴν καὶ τὸ κατὰ πάντων κράτος, καὶ δόξαν θεοπρεπῆ, καὶ ὑπερκόσμιον ὑπεροχήν. Ἀποφαίνει γὰρ αὐτὸν ∆ημιουργὸν τῶν ὅλων· "Τῷ γὰρ Λόγῳ, φησὶ, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν." ∆ιδάσκει δὲ πρὸς τούτοις ὡς ἔστι καὶ πανεπίσκοπος, καὶ πανδερκὲς τοῖς ἐπὶ τῆς γῆς ἀφίησιν ὄμμα, καὶ ἑκάστου τροχιὰς περι σκέπτεται. Ἐπιφέρει δὲ ὥσπερ χρήσιμόν τι καὶ ἀναγκαῖον τῇ προτεθείσῃ μυσταγωγίᾳ τὸ συμπέ ρασμα· καταδείκνυσι γὰρ ὅτι σαθρὰ μὲν καὶ εὐδιά κλαστος ἡ ἐπ' ἀνθρώποις ἐλπίς· καὶ οὐκ ἂν ἀρκέ σειέ τις τῶν ἐπὶ τῆς γῆς εἰς τὸ δύνασθαι σώζειν ἑαυτὸν, εἰ μὴ ἐπαμύνοι Θεός. ∆ιακεῖσθαί τε οὕτω παρασκευάζει τοὺς ἀγαπῶντας αὐτὸν, ὡς τὰ αὐτοῦ φρονεῖν, καὶ τοῖς αὐτοῦ νεύμασιν ἐπείγεσθαι κατακο λουθεῖν, καὶ ἐπ' αὐτῷ πεποιθέναι, εἰδέναι τε βεβαίως ὅτι παντὸς ἔξω τίθησι πειρασμοῦ, καὶ ἀμογητὶ δια σώζει τοὺς ἐπ' αὐτῷ πεποιθότας. Ἄρχεται οὖν τῆς ᾠδῆς καί φησιν. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. (A f. 175) Ἐν αὐτῷ οὖν γενόμενοι τῷ Κυρίῳ, καὶ καθ' ὅσον ἐσμὲν δυνατοὶ κατοπτεύοντες αὐτοῦ τὰ θαυμάσια, οὕτως συναγάγωμεν ἐκ τῆς θεωρίας ταῖς καρδίαις ἡμῶν εὐφροσύνην. Καὶ ἵνα συνελὼν εἴπω, τοῦτό ἐστι τὸ ἀγαλλιᾶσθαι τοὺς δικαίους ἐν Κυρίῳ, τὸ φρονεῖν ἑλέσθαι μόνα τὰ αὐτῷ θυμήρη καὶ φίλα, καὶ γλίχεσθαι μὲν τῶν ἀρίστων ἐπιτηδευμάτων, ἀπο φοιτᾷν δὲ τῶν κοσμικῶν ἐπιθυμιῶν καὶ τῆς ἐν τῷδε τῷ βίῳ τύρβης. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτη ρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. (A f. 175 b) Ἐν ἑτέροις γέγραπται ψαλμοῖς, πῆ μὲν, ὅτι "Ἑκουσίως θύσω σοι·" πῆ δὲ αὖ, "Ἐκ 69.872 θελήματός μου ἐξομολογήσομαι αὐτῷ·" δι' ὦν ση μαίνει τὸ μὴ ἀβουλήτως μηδὲ οἷον ἐν κατηφείᾳ καὶ ὀκνηρῶς ποιεῖσθαι δεῖν τὰς εὐχὰς, ἀλλ' ἐκ διανοίας ἀγαθῆς καὶ ἐκ φρονήματος ἱλαροῦ. Τοῦτο κἀνθάδε παραδηλοῦσθαί φαμεν, ὡς ἐν τάξει παραδείγματος παρενεγκόντος τοῦ λόγου τοὺς κιθάρᾳ καὶ ψαλτηρίῳ κεχρῆσθαι κατειθισμένους. Οὐ γάρ τοι τὸ διὰ χορδῶν ἀνακρούειν μέλος ἐπιτάττει τὸ Πνεῦμα, οὔτε μὴν κοσμικῶν ἀθυρμάτων