51
εἴρηται· Τάδε λέγει Κύριος· Εἰ μὴ διαθήκην μου ἡμέρας καὶ νυκτὸς, ἀκριβάσματα οὐρανοῦ καὶ γῆς οὐκ ἔταξα, καί γε τὸ σπέρμα Ἰακὼβ καὶ ∆αυὶδ τὸν δοῦλόν μου ἀποδοκιμῶ, τοῦ μὴ λαβεῖν ἐκ τοῦ σπέρματος αὐτοῦ ἄρχοντα. Καὶ τίς ἂν εἴη ὑπὸ τοῦ Κυρίου ἀναστησομένη τῷ ∆αυὶδ ἀνατολή; Ὁ θεῖος Λόγος, περὶ οὗ καὶ ἐν ἑτέροις εἴρηται, ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ· ὃς καὶ βασιλεύσειν προφητεύεται καὶ συνήσειν καὶ ποιήσειν κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Οὗτος δὲ καὶ ταῖς ἐν σκότει καθημέναις ψυχαῖς ἐξανατελεῖ φῶς κατὰ τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ἐπ' ἂν δὲ κατὰ τὸν ἀπόστολον τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελθῇ, καὶ πᾶς ὁ ἀληθινὸς Ἰσραὴλ μετὰ τοῦ πνευματικοῦ Ἰούδα σωθήσεται, 139 οὓς καὶ καλέσει αὐτοὺς ὁ Κύριος ὀνομαστὶ, οὓς ἀξίους αὐτοὺς κρινεῖ ἐν τῷ Ἰωσεδεκὶν, ὅπερ ἑρμηνεύεται οἱ τοῦ Θεοῦ δίκαιοι. Ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ μετὰ τὸ ἐλευθερῶσαι τὸν Θεὸν τοὺς προειρημένους ἀπὸ τῆς ὑπὸ τὸν διάβολον αἰχμαλωσίας, ὡς μηκέτι μὲν ἐκείνῳ, μόνῳ δὲ Κυρίῳ τῷ Θεῷ αὐτῶν λατρεύειν, ἀναστήσειν αὐτοῖς ὁ Θεὸς ὑπισχνεῖται βασιλέα τὸν ∆αυὶδ, οὐκ ἄλλον ὄντα τοῦ ἐκ σπέρματος ∆αυὶδ γενομένου Σωτῆρος ἡμῶν, ὃν διαφόρως αἱ γραφαὶ καὶ τούτῳ προσεῖπαν τῷ ὀνόματι. Ὁ μὲν οὖν ἐν τῇ προφητείᾳ ∆αυὶδ ὁ κατὰ τὸν Σωτῆρα ἡμῶν νοούμενος ἄνθρωπος λέγεται· ἡ δὲ ἀνατολὴ ἡ δικαία, ἡ κατ' αὐτὸν ἐνεργοῦσα θεότης, ἥλιος δικαιοσύνης ἐν ἄλλοις ὀνομαζομένη· ἐπεὶ καὶ τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον οὐκ ἄλλη τίς αὐτοῦ τυγχάνει. Τῷ Θεῷ τοίνυν φησὶν οὐκ ἐξολοθρευθήσεσθαι ἄνδρα ἡγούμενον καὶ προεστῶτα τῆς ἐκκλησίας αὐτοῦ, ἥτις ἐστὶν ὁ πνευματικὸς οἶκος Ἰσραήλ· ἀλλ' οὐδὲ τοὺς κατὰ διάνοιαν ἱερεῖς τοῦ Θεοῦ διαλείψειν ὁ λόγος προφητεύει, τὸ πνευματικὸν ἀναφέροντας θυμίαμα, καὶ τὴν δι' ἔργων ἀγαθῶν καὶ λόγων εὐώδη καὶ ἀναίμακτον καὶ καθαρὰν θυσίαν. Εἰ γὰρ μὴ ταῦθ' οὕτως ἐκλάβοιμεν, ὥρα ψευδεῖς ἀπελέγχειν τὰς προφητείας, τῷ μήτε τὸν θρόνον ∆αυὶδ σωματικῶς, μήτε τὴν ἱερατικὴν λειτουργείαν τὴν τυπικὴν εἰσέτι νῦν συνεστάναι· τῶν μὲν ἐκ σπέρματος ∆αυὶδ βασιλέων ἐξ αὐτῶν τῶν Ἱερεμίου χρόνων διαλελοιπότων, τῆς δὲ Λευιτικῆς καὶ ἱερατικῆς λειτουργίας μετ' οὐ πολὺ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας· ἐξ ἧς 140 καὶ εἰς δεῦρο οὐδὲ ἐπιβαίνειν αὐτοῖς τῆς Ἱερουσαλὴμ ἔξεστιν. Καὶ εἰ φάσκοιέν γε οἱ ἐκ περιτομῆς δι' ὃν φασὶ πατριάρχην μὴ ἐκλελοιπέναι τὸ σπέρμα ∆αυὶδ, ἀλλ' ἐλεγκτέον τε γε αὐτοὺς μὴ δυναμένους ἀποδεῖξαι καθήμενον αὐτὸν ἐπὶ θρόνου ∆αυὶδ, καὶ βασιλεύοντα ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἄρχοντα τοῦ Ἰσραήλ· ταῦτα γὰρ ἡ προφητεία φησὶ μηδεπώποτε διαλείψειν, ἃ καὶ σαφῶς παρίσταται ἀπὸ τῶν τῆς αἰχμαλωσίας χρόνων διαλελοιπότα, ἐξ οὗ μὴ δὲ εἷς βασιλεύσας τοῦ Ἰσραὴλ ἐκ τοῦ σπέρματος ∆αυὶδ ἀποδείκνυται· τί δ' ἂν φήσαιεν καὶ περὶ τῆς ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν καθῃρημένης ἱερατείας, ἣν μηδεπώποτε ἐξολοθρευθήσεσθαι ἡ προφητεία προαγορεύει; Ψ. Τοῦ αὐτοῦ. ΛΖʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος, ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ· μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, φησὶ Κύριος· ὅτι ἵλεος ἔσομαι ταῖς 141 ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Σαφῶς ἐν ταῖς ἐπιούσαις ἡμέραις καινὴν διαθήκην ὁ κύριος διαθήσεσθαι προθεσπίζει· καινὴν δὲ τῷ μηδὲν ἔχειν