1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

51

πολυχρονίου πηρώσεως καὶ τὰς Αἰγυπτίων ψυχὰς διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λελυτρωμένος, ὡς τοὺς πλείους ἤδη τῶν κατ' Αἴγυπτον καὶ ταύτης ἀπηλλάχθαι τῆς νόσου. 3.6.1 ʹ. ΟΤΙ ΚΑΙ ΤΗΣ ΦΥΣΙΚΩΤΕΡΑΣ ΑΥΤΩΝ ΠΕΡΙ ΘΕΩΝ ΘΕΩΡΙΑΣ ΕΥΛΟΓΩΣ

ΑΝΑΧΩΡΗΣΑΝΤΕΣ ΤΗΝ ΜΟΝΗΝ ΚΑΙ ΑΛΗΘΗ ΘΕΟΛΟΓΙΑΝ ΠΡΟΕΤΙΜΗΣΑΜΕΝ

Ἀλλὰ γὰρ τοιαῦτα καὶ τὰ παρ' Αἰγυπτίοις, ἃ καὶ παλαιότερα τῶν Ἑλληνικῶν ἁπάντων μνημονεύεται. ἔχεις τοιγαροῦν πρὸς τῇ μυθικῇ καὶ τὴν φυσικωτέραν θεολογίαν Ἑλλήνων ὁμοῦ καὶ Αἰγυπτίων τῶν τὴν πολύθεον πάλαι δεισιδαιμονίαν συστησαμένων, παρ' οἷς ὅτι μηδέν τι τῶν ἀληθῶς θείων 3.6.2 ἀσωμάτων τε καὶ νοερῶν οὐσιῶν ἐγνωρίζετο μεμάθηκας. πλὴν ἀλλὰ δεδόσθω καὶ συγκεχωρήσθω τουτοισὶ τοῖς μετεωρολέσχαις λέγειν ἀληθῆ καὶ ἐπιτυγχάνειν ἐν τῇ τῶν ἀλληγορουμένων φυσιολογίᾳ· γινέσθω τε αὐτοῖς ὁ ἥλιος ποτὲ μὲν Ἀπόλλων καὶ πάλιν Ὧρος καὶ Ὄσιρις πάλιν ὁ αὐτὸς καὶμυρία ἄλλα ὅσα καὶ θέλοιεν· ὥσπερ οὖν καὶ ἡ σελήνη ἢ Ἶσις ἢ Ἄρτεμις 3.6.3 καὶ ὅσα ἄν τις ἐξαριθμεῖν βούλοιτο· μὴ γὰρ ἔστω ταῦτα θνητῶν ἀνδρῶν, ἀλλ' αὐτῶν τῶν ἐπουρανίων φωστήρων σημαντικαὶ προσηγορίαι· τὸν ἥλιον ἄρα καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη ὡς 3.6.4 θεοὺς προσκυνητέον. καὶ ταύτη τοιγαροῦν ἡ γενναία τῶν Ἑλλήνων φιλοσοφία ὥσπερ διὰ μηχανῆς πέφηνεν εἰς ὕψος μὲν ἀνάγουσα τὴν ἐπαγγελίαν τοῦ λόγου, κάτω δὲ περιστρέφουσα ἀμφὶ τὴν αἰσθητὴν καὶ φαινομένην τοῦ θεοῦ δημιουργίαν τὴν τῶν σοφῶν διάνοιαν καὶ πλέον οὐδὲν ἀλλ' ἢ πῦρ καὶ τὴν θερμὴν οὐσίαν τά τε μέρη τοῦ κόσμου διὰ τῶν οὐρανίων φωστήρων, ἔστω δὲ καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν καὶ τὴν σύγκρασιν τῶν σωμάτων 3.6.5 θειάζουσα. πῶς οὖν οὐ μέγα καὶ θαυμάσιον τὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ εὐαγγέλιον, πᾶν γένος ἀνθρώπων παιδεῦον τὸν ἡλίου καὶ σελήνης δεσπότην θεὸν καὶ τὸν δημιουργὸν τοῦ σύμπαντος κόσμου, αὐτὸν τὸν ἀνωτάτω καὶ ἐπέκεινα τῶν ὅλων, ταῖς προσηκούσαις ἐννοί3.6.6 αις εὐσεβεῖν καὶ οὐ τὰ τῶν σωμάτων στοιχεῖα, ἀλλὰ τὸν ζωῆς αὐτῆς καὶ τροφὸν καὶ τῶν ἀγαθῶν πάντων ταμίαν ὑμνεῖν μέρη τε τοῦ κόσμου τὰ ὁρώμενα καὶ πᾶν τὸ καταληπτὸν σαρκὸς αἰσθήσει, ὡς ἂν τῆς φθαρτῆς ὄντα φύσεως, οὐδαμῶς καταπλήττεσθαι, τὸν δ' ἐν τούτοις ἅπασιν ἀόρατον καὶ τῶν καθόλου τε καὶ κατὰ μέρος δημιουργικὸν νοῦν μόνον ἀποθαυμάζειν καὶ θεολογεῖν μίαν μόνην ἐκείνην τὴν διήκουσαν καὶ διακοσμοῦσαν τὰ πάντα θείαν δύναμιν, ἀσώματον οὖσαν καὶ νοερὰν τὴν φύσιν, μᾶλλον δὲ ἄρρητον εἰπεῖν καὶ ἀκατάληπτον, διὰ πάντων, δι' ὧν καὶ ἐνεργεῖ, παραφαινομένην διήκουσάν τε ἀσωμάτως καὶ ἀσυμπλόκως τὰ πάντα ἐπιπορευομένην καὶ διὰ πάντων οὐκ οὐρανίων μόνον, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, τῶν τε καθόλου στοιχείων καὶ τῶν ἐπὶ μέρους, τὴν τῆς θεότητος διαρκῆ μεγαλουργίαν ἐπιδεικνυμένην πᾶσί τε ἀφανῶς καὶ ἡμῖν ἀνεπαισθήτως ἐπιστατοῦσαν καὶ λόγοις ἀνεκφράστου σοφίας τὸν σύμπαντα κόσμον διακυβερνῶσαν; 3.6.7 Τοσούτων ἡμῖν ἀποδεδειγμένων εἰς ἔλεγχον τῆς ἀσυστάτου θεολογίας τῆς τε λεγομένης μυθικωτέρας καὶ τῆς ὑψηλοτέρας δὴ καὶ φυσικωτέρας, ἣν οἱ παλαιοὶ Ἕλληνές τε καὶ Αἰγύπτιοι σεμνύνοντες ἀπεδείχθησαν, ὥρα καὶ τῶν νέων τῶν δὴ καθ' ἡμᾶς αὐτοὺς φιλοσοφεῖν ἐπαγγελλομένων ἐπαθρῆσαι τὰ καλλωπίσματα. οἵδε γὰρ τὰ περὶ νοῦ δημιουργοῦ τῶν ὅλων καὶ τὰ περὶ ἀσωμάτων ἰδεῶν νοερῶν τε καὶ λογικῶν δυνάμεων τοῖς ἀμφὶ τὸν Πλάτωνα μακροῖς ποθ' ὕστερον χρόνοις ἐφευρημένα καὶ λογισμοῖς ὀρθοῖς ἐπινενοημένα συμπλέξαι τῇ τῶν παλαιῶν θεολογίᾳ πεπειραμένοι μείζονι τύφῳ τὴν περὶ τῶν μύθων ἐπαγγελίαν