51
συγκατεκαύθη δὲ αὐτοῖς καὶ Ἀρρὰν ὁ ἀδελφὸς Ἀβραὰμ σβέσαι τὸ πῦρ σπουδάζων. ἐνουθέτει δὲ καὶ τὸν πατέρα αὐτοῦ ἀποστῆναι τῆς εἰδωλολατρείας καὶ εἰδω λοποιίας, ὥς φησιν ὁ Ἰώσηππος. Τούτοις τοῖς χρόνοις ἤκμαζε Μελχισεδὲκ ὁ πρῶτος ἀρχιερεὺς καὶ πρῶ τος βασιλεὺς Σαλὴμ ἐν τῇ θείᾳ γραφῇ καταγγελλόμενος, παρθένος καὶ ἀγενεαλόγητος ἐν τοῖς λογίοις φερόμενος, καὶ ἐν ἄρτῳ καὶ οἴνῳ τὴν ἀν αίμακτον θυσίαν τοῦ ἀμήτορος ἄνωθεν καὶ ἀπάτορος κάτωθεν Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν προτυπῶν· καθ' ἣν εὐλογήσας τὸν Ἀβραὰμ κυριωτέραν τῆς ἐν νόμῳ λατρείας τὴν καθ' ἡμᾶς ἐν πνεύματι καὶ ἀληθείᾳ ἀπέφηνε, κρείττων ἐν ἀνθρώποις μόνος φανεὶς τοῦ πατριάρχου Ἀβραάμ, εἴπερ ἀναμφιλέκτως κατὰ τὸν θεῖον ἀπόστολον καὶ τὴν ἀλήθειαν τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται καὶ ἀποδεκατοῦται. 112 Ἀρχὴ τοῦ μαʹ Ἰωβηλαίου παρ' Ἑβραίοισ Ἰωβὴλ δὲ παρ' αὐτοῖς ἡ πεντηκονταετηρίς, ὡς εἶναι ἀπὸ Ἀδὰμ κατ' αὐ τοὺς ἐπὶ μεʹ ἔτος Ἀβραὰμ ἔτη βνʹ. Ὁ ἄγγελος ὁ λαλῶν τῷ Μωυσῇ εἶπεν αὐτῷ ὅτι «τὸν Ἀβραὰμ ἐγὼ ἐδίδαξα τὴν Ἑβραΐδα γλῶσσαν κατὰ τὴν ἀπ' ἀρχῆς κτίσεως λαλεῖν τὰ πάτρια πάντα», ὡς ἐν λεπτῇ κεῖται Γενέσει. Τῷ γτογʹ ἔτει τοῦ κόσμου, Ἀβραὰμ δὲ ξαʹ ἐνεπύρισεν Ἀβραὰμ τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ, καὶ συγκατεκαύθη αὐτοῖς Ἀρρὰν θέλων σβέσαι τὸ πῦρ ἐν νυκτί. καὶ ἐξῆλθε Θάρα σὺν Ἀβραὰμ τοῦ ἐλθεῖν εἰς γῆν Χαναάν, καὶ μεταγνοὺς ᾤκησεν ἐν Χαρρὰν εἰδωλομανῶν ἕως θανάτου αὐτοῦ. Τούτῳ τῷ γτπζʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν οεʹ ἔτος Ἀβραάμ, ἐξῆλθεν ἐκ Χαρρὰν κατὰ θεῖον χρησμόν, καὶ ἦλθεν εἰς Συχέμ, καὶ ᾠκοδόμησε θυσιαστήριον ἀνὰ μέσον Βαιθὴλ καὶ Ἀγγαῒ τῷ ο ςʹ ἔτει αὐτοῦ. Τῷ γτ ζγʹ ἔτει τοῦ κόσμου, παʹ Ἀβραάμ, κατῆλθεν εἰς Αἴγυπτον μετὰ Σάρρας τῷ ζʹ ἔτει τῆς παροικίας αὐτοῦ, ὥς τινες. Ἀφρικανοῦ περὶ Ἀβραάμ Ἔνθεν ἄρχεται τῶν Ἑβραίων ἡ προσωνυμία. Ἑβραῖοι γὰρ οἱ Περάται ἑρμηνεύονται, διαπεράσαντος Εὐφράτην Ἀβραάμ, καὶ οὐχ, ὡς οἴονταί τι νες, ἀπὸ Ἕβερ τοῦ προειρημένου. συνάγεται τοίνυν εἰς τὴν ἐπίβασιν τῆς κατηγγελμένης γῆς Ἀβραὰμ ἀπὸ μὲν τοῦ κατακλυσμοῦ καὶ Νῶε γενεῶν ιʹ ἔτη αιεʹ, ἀπὸ δὲ Ἀδὰμ γενεῶν κʹ ἔτη γσοζʹ. Λείπεται πρὸς τὴν προκειμένην ἀκριβῆ χρονολογίαν ἡ παρὰ τῷ Ἀφρι κανῷ χρόνοις ριʹ ἐκ τῶν ρλʹ ἐτῶν τοῦ δευτέρου Καϊνᾶν. τὰ γὰρ ἄλλα κʹ ἐκ τῶν αὐτῶν ρλʹ ἡ ἀπὸ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν τῶν βσξβʹ ἐτῶν 113 παραύξησις προαφήρπασε, προστεθέντων αὐτῶν τοῖς τοῦ Μαθουσάλα χρόνοις. Εὐσέβιος τὰ υλʹ ἔτη ἀπὸ τοῦ εʹ καὶ οʹ ἔτους Ἀβραάμ, ἤτοι ἀπὸ τοῦ πρώτου ἔτους τῆς παροικίας αὐτοῦ εἰς γῆν Χαναάν, ἕως τοῦ παʹ ἔτους Μωυσέως καὶ ἀπ' Αἰγύπτου πορείας τοῦ Ἰσραὴλ ἀπαριθμεῖ. Ἡ δὲ βίβλος τῆς Γενέσεως τὴν θείαν ἀπόφασιν περὶ τούτου μετὰ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον καὶ τὸν πρὸς τοὺς βασιλεῖς πόλεμον καὶ τὰς εὐλο γίας τοῦ Μελχισεδὲκ ὑπογράφει, καθὼς ἔξεστι μαθεῖν ἀκριβῶς ἐντυγχά νοντι τῷ βουλομένῳ. Ἀβραὰμ ἦν ἐτῶν π ςʹ, ἡνίκα ἔτεκεν Ἄγαρ τὸν Ἰσμαὴλτῷ Ἀβραάμ, ὡς γέγραπται ἐν βίβλῳ τῆς Γενέσεως· τοῦ δὲ κόσμου ἦν ἔτος γτ ζηʹ. Ἐκ τούτου τὸ γένος τῶν Ἰσμαηλιτῶν ἤτοι Ἀγαρηνῶν· οἱ αὐτοὶ καὶ Σαρακηνοί εἰσιν ἀπὸ Σάρρας ἑαυτοὺς μετονομάσαντες, ὥς τινές φασιν, ἀπ αξιοῦντες καλεῖσθαι Ἀγαρηνοὶ δουλικῶς. ἕτεροι δὲ τοὺς Ἰσμαηλίτας Σαρακηνοὺς καλεῖσθαί φασιν, ὅτι Σάρρα τὴν Ἄγαρ κενὴν ἐξαπέστειλε κληρονο μίας. Ἀβραὰμ ἀσεβεῖ μὴ συναπολέσθαι δίκαιον ἐδυσώπει διὰ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ. Λὼτ σὺν τῇ γαμετῇ καὶ ταῖς θυγατράσιν ἐκπεμφθεὶς εἰς Σηγὼρ περισῴζεται, τῆς γυναικὸς μόνης ἐπιστραφείσης καὶ διὰ τοῦτο παγεί σης εἰς στήλην ἁλὸς ἀδιάλυτον, ἣν εἰσέτι πολλοὶ χάριν ἱστορίας ὁρῶ σιν ἐρχόμενοι. Σηγὼρ δὲ ἡ πόλις διὰ τὸν Λὼτ ἐσώθη τῶν ἐν αὐτῇ διαφθαρέντων ἀνδρῶν, ὥς φασι, καὶ τῆς λίμνης ἅμα τῇ γῇ ἀνατρα πείσης. Ἀβραὰμ παρῴκησεν ἐν Γεράροις, ἥν τινες Ἀσκαλῶνά φασιν εἶναι, ὡς καὶ Ἀφρικανός. Ἀβραὰμ ἔλαβε τὴν Χεττούραν γυναῖκα μετὰ τελευτὴν Σάρρας ἐν τῷ γήρᾳ αὐτοῦ, ἐξ ἧς ἔσχεν υἱοὺς εʹ, Ζεμβριάμ, Ἰεξάν,