51
βασιλέως ἐνταυθοῖ πεμφθείσῃ τῷ Παλαιολόγῳ πολεμεῖν συμμίξας στρατιᾷ, ἐπέθετο τοῖς ἐν τῇ Ῥοδόπῃ. ὁρῶντες δὲ οἱ ἐν ταῖς πόλεσι τούς τε ἀγρότας ἐκπολεμωθέντας αὐτοῖς ὁμοῦ πάντας καὶ τὴν στρατιὰν ἐπικειμένην, καὶ δείσαντες μὴ καὶ τῶν ἔνδον ἀπόλωνται στασιασάντων, μεταβαλόντες προσέθεντο τῷ νέῳ βασιλεῖ. καὶ δήσαντες τὸν στρατηγὸν εἶχον ἐν φρουρᾷ, ἄχρις ἂν ὁ βασιλεὺς πυθόμενος περὶ αὐτοῦ ψῆφον ἐνέγκῃ. αὐτοὶ δ' ἅμα Συρμπάνῳ ἧκον ὡς βασιλέα, οἱ μὲν ἀποληψόμενοι γέρα τῆς εἰς αὐτὸν ἐννοίας· ὅσοι 1.147 δ' ἦσαν πρότερον τῷ πρεσβυτέρῳ προστεθειμένοι βασιλεῖ, ἐξαιτήσοντες συγγνώμην. ὁ βασιλεὺς δὲ τῶν μὲν ἀφεστηκότων καθαψάμενος μετρίως ὡς ἀγνωμόνων περὶ αὐτὸν εὖ δράσαντα φανέντων, παραγγείλας τε μὴ εὐχερεῖς ἔτι πρὸς τὰς ἀποστασίας καὶ τὰς παραβάσεις τῶν ὅρκων εἶναι, αὐτός τε ἀμνηστήσειν ὧν αὐτοῖς ἡμάρτηται εἰπὼν, ἠξίωσε συγγνώμης· μετὰ μικρὸν δὲ καὶ εὖ ποιήσας, οἴκαδε ἐπέταξεν ἀπιέναι. τοὺς δὲ τῇ εἰς αὐτὸν ἐμμείναντας πίστει ἐπαινέσας τε ἅμα καὶ δωρεαῖς ἀμειψάμενος ἀξίως, ἐξαπέστειλε μὲν αὐτοὺς, στρατηγὸν αὐτοῖς ἐπιστήσας τὸν Ταρχανειώτην δομέστικον, ᾧ ἐπετέτραπτο τὸν μέγαν στρατοπεδάρχην δεσμώτην ὡς βασιλέα ἀποστεῖλαι. εἰς τὴν ὑστεραίαν δὲ ὁ Συρμπάνος ἐπὶ τοῦ βασιλέως ἑστηκὼς, ἐδόκει βούλεσθαί τι πρὸς βασιλέα εἰπεῖν. συνεὶς δὲ ὁ βασιλεὺς, εἴ τι βούλοιτο ἐκέλευε λέγειν. ὁ δ' ἅμα τῷ προσταχθῆναι πρὸς τοὔδαφος ἑαυτὸν καταβαλὼν, συγγνώμης ᾔτει τυχεῖν, εἰ συβώτης ὢν καὶ βάρβαρος καὶ ἀγροῖκος, ἐτόλμησε φθέγξασθαί τι πρὸς βασιλέα. τοῦ βασιλέως δὲ προστάξαντος λέγειν δεδοικότα μηδὲν, ὑπὲρ τοῦ μεγάλου ἐδεῖτο στρατοπεδάρχου, ὥστε καὶ αὐτὸν ἐφ' οἷς εἰς βασιλέα ἥμαρτε, τοὺς κατὰ τὴν Ῥοδόπην ἀποστήσας, τυχεῖν συγγνώμης. τοῦ βασιλέως δὲ ἐρομένου, εἰ πρὸς εἰρωνείαν ἢ πρὸς ἀλήθειαν τυχεῖν δεῖται· ὁ δ' ἔφασκε, πρὸς ἀλήθειαν, καὶ ὅρκον προσετίθει πίστεως χάριν· δέον δ' εἶναι, εἴ τι καὶ ἥμαρτε, προσήκοντα πρὸς γένους ἀξιῶσαι συγγνώμης. «ἐπιλέλησαι δ'« εἴρηκεν αὖθις ὁ βασιλεὺς «ὅσα σε εἴργασται κα 1.148 κὰ, ἀποστερήσας μὲν τῶν ὄντων καὶ παίδων καὶ γυναικὸς, ἔτι δὲ καὶ ὀδόντων αὐτῶν, πολλαῖς τε αἰκίαις καταξάνας τὸ σῶμα, καὶ τέλος ὥσπερ τινὰ τῶν ἐπὶ δεινοτάτοις ἑαλωκότων τὴν παρειὰν κατακαύσας σιδήρῳ ὡς μηδὲ τὰς οὐλὰς ἐξαλειφθῆναι δύνασθαι; ὅλως δὲ τί σε τὸ πεῖσάν ἐστιν ὑπὲρ ἐκείνου δεῖσθαι;» «τί δ' ἂν εἴη μεῖζον» ἔφασκεν «ὦ βασιλεῦ, ἢ τὸν οὔπω χθὲς καὶ πρώην ἐν τοῖς δουλεύουσιν ἐκείνῳ τεταγμένον, νῦν εἰς τοσοῦτον ἥκειν περιφανείας, θεοῦ καὶ σοῦ, βασιλεῦ, εὐηργετηκότος, ὡς καὶ τοὺς βασιλεῖ προσήκοντας κατὰ γένος ἐξαιτεῖσθαι δύνασθαι, καὶ τῶν προσδοκωμένων ἀπαλλάττειν κακῶν;» θαυμάσας δὲ ὁ βασιλεὺς τὴν ἐπὶ τοῖς κακοῖς ἀμνηστίαν τοῦ βαρβάρου, «εἰ σύγε» ἔφη «τοσαῦτα ὑπ' αὐτοῦ ἀδικηθεὶς καὶ κακῶς παθὼν, βάρβαρος ὢν καὶ φαῦλος τὴν τύχην, τοῖς ἐναντίοις ἀμείβῃ ὅσον ἔξεστι ποιῶν εὖ, οὐδ' ἐμὲ δίκαιον μετριώτερα ἀδικηθέντα, βασιλέα τε ὄντα, ἀπαραίτητον ὀφθῆναι πρὸς ὀργήν. τοίνυν καὶ τῆς σῆς ἱκετείας ἕνεκα τὰ ἡμαρτημένα παρορῶν, ἀξιῶ συγγνώμης.» εὐχαριστήσας δὲ ὁ βάρβαρος ἐπὶ τούτοις, καὶ πολλάκις ἐπευφημήσας τὸν βασιλέα, καὶ δευτέραν δέησιν προσετίθει, τὸ τὸν αὐτὸν μήτε τῆς ἀξίας ἀποστερηθῆναι μήτε τῶν προσόδων καὶ τῶν δωρεῶν τῶν βασιλικῶν. ἔτι δὲ μᾶλλον τὴν ὑπὲρ τοῦ ἠδικηκότος σπουδὴν θαυμάσας ὁ βασιλεὺς, καὶ ταύτην τὴν δέησιν ἐπλήρου. ἔτι δὲ αὐτοῦ πρὸς τοὺς πόδας βασιλέως κειμένου, τὰ τῆς συγγνώμης γράμματα διαχαραχθέντα καὶ τῇ βασιλικῇ πιστωθέντα χειρὶ ἐπεδόθησαν αὐτῷ· ὁ δὲ λαβὼν 1.149 καὶ τὴν γῆν κατασπασάμενος, ἐφ' ἧς ὁ βασιλεὺς εἱστήκει, χαίρων ἀπῆλθε. λαʹ. Τῆς αὐτῆς δὲ ἡμέρας ἐκ Θεσσαλονίκης ἄγγελος ἐλθὼν ἀπήγγειλε βασιλεῖ, ὡς στάσεως ἐν αὐτῇ γενομένης, οἱ τῷ νέῳ βασιλεῖ προσκείμενοι ὑπερσχόντες, Θεσσαλονίκην περιεποίησαν αὐτῷ· τὸν δεσπότην δὲ Κωνσταντῖνον εἰς τὸ περὶ αὐτὴν φροντιστήριον τὸ Χορταίτου διαδράντα, κατασχόντες ἔχουσιν ἐν φρουρᾷ. ὁ βασιλεὺς δὲ εὐθὺς τοὺς ἄξοντας αὐτὸν ἔπεμψεν εἰς Θεσσαλονίκην, ὅρκοις πρότερον αὐτοὺς