51
πέμψαντος δὲ ̔Ροβοὰμ τῶν οἰκείων ενα διαλεχθῆναι αὐτοῖς καὶ πραῧναι, εκτειναν ὑπ' ὀργῆς τὸν ανδρα λιθολευστήσαντες. ̔Ροβοὰμ δὲ δείσας εἰς ̔Ιεροσόλυμα πέφευγε, παραμεινάσης αὐτῷ τῆς ̓Ιούδα φυλῆς καὶ σὺν αὐτῇ τῆς Βενιαμίτιδος. αἱ 1.128 δέ γε λοιπαί, ηδη τοῦ ̔Ιεροβοὰμ ἐπανελθόντος ἐκ τῆς Αἰγύπτου μετὰ τελευτὴν Σολομῶντος, καλέσασαι αὐτὸν ειλοντο βασιλέα. ̔Ροβοὰμ δὲ ἡτοιμάζετο περὶ τῆς βασιλείας μαχέσασθαι τοῖς ̓Ισραηλίταις καὶ τῷ ̔Ιεροβοάμ, ἐκωλύθη δὲ παρὰ τοῦ θεοῦ διὰ τοῦ προφήτου Σαμαία. Καὶ ̔Ιεροβοὰμ δείσας μὴ τὸ πλῆθος εἰς ̔Ιεροσόλυμα ἀπιὸν καὶ τοῖς ἐκεῖ συναναμιγνύμενον ἐπιστραφῇ πρὸς τὸν πρότερον αὐτοῦ βασιλέα καὶ καταλείψει αὐτόν, δύο δαμάλεις εἰργάσατο ἐκ χρυσοῦ, καὶ εθετο τὴν μὲν ἐν Βαιθήλ, τὴν δ' ἑτέραν ἐν ∆άν. καὶ ἐκκλησιάσας τὸ πλῆθος "πανταχοῦ ὁ θεός ἐστιν" ειπεν, "ω ανδρες, ἀλλ' οὐ μόνον ἐν ̔Ιεροσολύμοις. ἰδοὺ ουν δύο δαμάλεις πεποίηκα εἰς ονομα τοῦ θεοῦ, καὶ οὐκέτι ὑμῖν ἀνάγκη πορεύεσθαι εἰς ̔Ιεροσόλυμα. ἀπερχόμενοι δ' εἰς αὐτὰς προσκυνεῖτε καὶ θύετε· καὶ ἱερεῖς γὰρ ἐξ ὑμῶν αὐτῶν ἀποδείξω." τούτοις ἐξαπατηθεὶς ὁ λαὸς τά τε πάτρια παραβέβηκε καὶ παρώργισε τὸν θεόν, ὡς καὶ εἰς αἰχμαλωσίαν παραδοθῆναι τοῖς ἀλλοφύλοις τὸν ̓Ισραήλ. ποιήσας δὲ ἱερεῖς ὁ ̔Ιεροβοὰμ καὶ θυσιαστήριον ἑώρτασε, καὶ ἀνέβη αὐτὸς ἐπὶ τὸν βωμὸν καὶ περὶ αὐτὸν οἱ ἱερεῖς. καὶ ηδη μέλλοντι θύειν παρέστη προφήτης σταλεὶς ἐκ θεοῦ καὶ ειπε "τάδε λέγει κύριος. θυσιαστήριον, ἐκ ∆αβὶδ εσται τις ̓Ιωσίας καλούμενος, ος θύσει τοὺς ἱερεῖς σου ἐπὶ σὲ καὶ κατακαύσει τὰ ὀστᾶ αὐτῶν. ινα δὲ δῆλον ειη ὡς οἱ λόγοι μου ἀληθεύοιεν, ἰδοὺ ῥαγήσεται τὸ θυσιαστήριον, καὶ ἡ ἐπ' αὐτὸ πιότης χεθήσεται κατὰ γῆς." καὶ αὐτίκα τό τε θυσιαστήριον διερράγη καὶ ἡ πιότης τῶν θυμάτων ἐκκέχυτο. ἐξέτεινε δὲ τὴν χεῖρα ̔Ιεροβοάμ, συσχεθῆναι τὸν προφήτην ἐγκελευόμενος. ἡ δὲ ξηρανθεῖσα ἀκίνητος εμεινε. 1.129 δεηθεὶς γοῦν ̔Ιεροβοὰμ τοῦ προφήτου εσχεν αυθις τὴν χεῖρα κινουμένην καὶ ἐνεργόν. καὶ ἠξίου αὐτὸν συνδειπνῆσαι αὐτῷ. ὁ δὲ οὐ κατένευσε, λέγων παρὰ τοῦ θεοῦ κωλυθῆναι αρτον ἐν τῇ πόλει ἐκείνῃ φαγεῖν η υδωρ πιεῖν η ὑποστρέψαι δι' ης ὁδοῦ εἰς τὴν πόλιν ἐλήλυθε· καὶ ἀπῄει ἑτέραν τραπόμενος. ψευδοπροφήτης δέ τις ην ἐν τῇ πόλει ἐκείνῃ τὸν ̔Ιεροβοὰμ ἀπατῶν καὶ πρὸς χάριν αὐτῷ ὁμιλῶν. ουτος μαθὼν οσα ὁ τοῦ θεοῦ προφήτης καὶ ειρηκε καὶ πεποίηκε καὶ ὡς απεισι, κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ καταλαβὼν αὐτὸν ἠξίου ἀναστρέψαι καὶ παρ' αὐτῷ ξενισθῆναι. τοῦ δὲ ἀπαναινομένου, ὡς ἀπαγορεύσαντος τοῦ θεοῦ, "ἀλλὰ κἀγὼ προφήτης εἰμί" ὁ πονηρὸς ἐκεῖνος ειπεν ἀνήρ, "καὶ ηκω κατ' ἐντολὴν τοῦ θεοῦ ἐπιστρέψων σε τραπέζης μοι κοινωνήσοντα." ἐπίστευσεν ὁ προφήτης τοῖς τοῦ ψευδοπροφήτου λόγοις καὶ ὑπενόστησε. ξενισθέντι δ' ἐκεῖ τῷ προφήτῃ λόγος ἐγένετο κυρίου, ἀνθ' ων οὐκ ἐτήρησε τὰ ἐνταλθέντα αὐτῷ ἀναιρεθήσεσθαι κατὰ τὴν ὁδὸν παρὰ λέοντος. καὶ ὑποστρέφοντα λέων αὐτὸν εκτεινε καὶ παρακαθήμενος ἐφύλαττε τὸν νεκρὸν καὶ τὸ ὑποζύγιον. μαθὼν δὲ τὸ γεγονὸς ὁ ψευδοπροφήτης συνεκόμισε τὸ σῶμα τοῦ τεθνεῶτος καὶ εθαψε, καὶ τοῖς ἑαυτοῦ παισὶν ἐνετείλατο τῷ προφήτῃ συγκηδεῦσαι καὶ αὐτοῦ τὸ σῶμα θανόντος· τί τοῦτο μηχανησάμενος; ιν' οτε κατὰ τὴν ἐκείνου προφητείαν κατασκαφῇ τὸ θυσιαστήριον, καὶ τῶν ἱερέων καὶ ψευδοπροφητῶν πυρὶ παραδοθῇ τὰ ὀστᾶ, αὐτὸς διαφύγῃ τὴν υβριν, εἰ τῷ ἀνθρώπῳ τοῦ θεοῦ συγκατατεθῇ. Ταῦτα μὲν ουν ουτως ἐγένετο· ̔Ιεροβοὰμ δὲ τῆς 1.130 αὐτῆς ειχετο ἀσεβείας, ῃ καὶ ἐπεδίδου καθ' ἑκάστην παρανομῶν, καὶ χρημάτων τὴν ψευδῆ τῶν ὑψηλῶν ἱερωσύνην παρεῖχε τοῖς θέλουσιν ωνιον. καὶ εἰς ἁμαρτίαν ἡ πρᾶξις αυτη ἐλογίσθη αὐτῷ, καὶ εἰς ἀφανισμὸν τοῦ οικου αὐτοῦ γέγονε καὶ εἰς ολεθρον. εἰ δὲ τὸ τὴν ἀνίερον ἐκείνην ἱερωσύνην ἀποδίδοσθαι χρημάτων ἁμαρτία λελόγιστο, τί αν τις ειποι περὶ τῶν πωλούντων καὶ ὠνουμένων τὴν θείαν οντως ἱερωσύνην, τὴν τῆς φρικτῆς καὶ ἀναιμάκτου θυσίας τελεστικήν; ̓Ενόσησε δὲ ̓Αβιὰ ὁ υἱὸς ̔Ιεροβοάμ· καὶ εστειλε τὴν γυναῖκα αὐτοῦ ὁ βασιλεὺς πρὸς ̓Αχιὰ τὸν προφήτην, εἰ ζήσεται ἐρωτήσουσαν. ἡ δὲ ἰδιωτικὴν