51
̓Ανακάψαι. καταφαγεῖν. ̓Ανακεκώφηκασ. ̓Αριστοφάνης. τὰς ἀκοὰς ἡμῶν κωφὰς εἰργάσω, βοῆς ἀνεπλήρωσας. ̓Ανακεχωρηκότων. ἀποκρύφων. ὁ δὲ ἐκτήσατο βιβλίων μυριάδας τρεῖς, καὶ τούτων σπουδαίων καὶ ἀνακεχωρηκότων. ̓Ανακεῖσθαι. ἐπὶ ἀνδριάντων. κατακεῖσθαι καὶ κατακεκλίσθαι ἐπὶ τραπέζης. καὶ ἀνακεῖσθαι πολλάκις ἀντὶ τοῦ κατακεῖσθαι. alpha.200 ̓Ανάκειται σκώμμασιν· ἀνάκειται λοιδορίαις· ἀνάκειται πόρνοις, κύβοις, συμποσίοις. σημαίνει τὸ οιον πρόσκειται ἰσχυρῶς. ̓Ανακλῖναι. ἀνοῖξαι. Ομηρος. ουτως καὶ ̔Ηρό δοτος. οἱ δὲ ἀνακλῖναι μὲν τὴν θύραν οὐκ ἐτόλμησαν, οὐδ' εισω παρελθεῖν ισχυσαν. ̓Ανακομῶ. τὸ ἀναφύω. ̓Ανακροτῆσαι. ἐπαινέσαι, ὑμνῆσαι. ὁ δὲ Πτολεμαῖος πάντας ἐκέλευεν ἀνακροτῆσαι τῆς εὐτραπελίας αὐτὸν ἀποδεχόμενος. ̓Ανακρουόμεθα. ἀναπροοιμιαζόμεθα. ̓Ανακρούσασθαι. ἐπὶ ναυμαχίας τὸ συμβάλλειν καὶ πάλιν ἀναδύεσθαι. ̓Ανακτᾶσθαι. ἀντὶ τοῦ θεραπεύειν. Θουκυδίδης ουτως. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ τὸ προαπολωλὸς αυθις κτήσασθαι καὶ ἀπολαύειν. ̓Ανακραθέν. ἀνακερασθέν. ̓Ανακείσεται. ἀνατεθειμένος εσται. ̓Ανακεφαλαιοῖ. ἀνακτίζει, ἀναπληροῖ. ̓Ανακαγχήσας, οὐχὶ ἀνακαγχάσασ. εστι δὲ τὸ ἀσέμνως γελᾷν. alpha.201 ̓Ανακωχεύειν. τὸ ἀνασετράζειν, παρὰ Σοφοκλεῖ. κυρίως δὲ λέγεται, οταν χειμῶνος οντος ἐν πελάγει στείλαντες τὰ αρμενα σαλεύωσιν αὐτόθι, μὴ διαμαχόμενοι τῷ πνεύματι. ̓Αναλαβεῖν. ἐνθυμηθῆναι. μήδ' εἰς ἐσχάτην ἀναλαβεῖν ἐλπίδα, μήποτε διὰ ταύτης πολέμιος ἐπ' αὐτοὺς ἀναβῇ στρατός. ̓Ανακογχυλιαζόμενοσ. καὶ ἀνακογχυλιάσαι, τὸ ἀναγαργαρίσαι. ̓Αναλέγεται. ἀναμφιβόλως εχει, ἐννοεῖται. εἰ μέν τις ἀναλέγεται τοῦτο, οτι κρατήσομεν ἐξ ἐφόδου τῶν πολεμίων. ̓Αναλεξάμενοσ. ἀναγνοὺς, νοήσας. ὁ δὲ ἀναλεξάμενος τὴν ἐπιστολήν. ̓Αναλεξαμένων. ἑαυτοὺς συναγόντων. μόλις δὲ τῶν Καρχηδονίων ἀπὸ τῆς καταπλήξεως ἀναλεξαμένων. ̓Αναλήψεσθαι. ἀνακτήσασθαι. ὁ δὲ ελεγεν ἀναλήψεσθαι τὸ παρὸν πταῖσμα ταῖς εἰς τὸ μέλλον ἀρεταῖς. ̓Ανακογχυλιάσαι. τὸ ἀνακλῦσαι πῶς τὸν φάρυγγα τινὶ ὑγρῷ. ̓Ανάλωσε καὶ ἀνήλωσεν. ἑκατέρως λέγεται. ̓Αναλώθησαν. ἠφανίσθησαν. οὐδὲ γὰρ ἀναλώθησαν αλλως αἱ εὐχαί. ̓Αναλοῦντεσ. ἀντὶ τοῦ ἀναιροῦντες. ουτως Θουκυδίδης. καὶ ἀναλοῦν καὶ ἀναλῶν. alpha.202 ̓Αναλῶ. ἐξ ου τὸ ἀναλίσκω παράγωγον. σημαίνει δὲ τὸ πορθῶ, καὶ δαπανῶ. ἐξ ου καὶ ἀνάλωμα. εστιν ουν αλες τὸ σημαῖνον τὸ ἀθροῦν, οιον· ῃ χειμέριον υδωρ αλεν. ἐξ ου ῥῆμα ἀλῶ, καὶ μετὰ τοῦ στερητικοῦ ˉα ἀαλῶ, τουτέστι τὰ συνηθροισμένα διασκορπίζειν, καὶ πλεονασμῷ τοῦ ˉν ἀναλῶ. ἐκ δὲ τοῦ ἀναλῶ, ἀναλίσκω. η παρὰ τὸ αλις ἐπίῤῥημα. ̓Αναλύζουσα. ἀλυγκαίνουσα. εστι δέ τι πάθος γινόμενον τοῖς μετὰ συμπαθείας κλαίουσι πολλάκις. ̓Αναλυθῆναι. τὸ καθαρμῷ τινὶ χρήσασθαι φαρμάκων. Μένανδρος Ηρωσιν· ἐπεφαρμάκευσο γλυκύ τ' ἀναλυθεὶς μόλις. ̓Αναλύειν. τὸ τοὺς συνθέτους λογισμοὺς ἀνάγειν εἰς τοὺς ἁπλοῦς καὶ εἰς τὰς προτάσεις ἐξ ων αὐτοῖς τὸ ειναι. ̓Αναμασσόμενοι. ἀνερευνῶντες. μόλις τὸ πρᾶγμα εγνωσαν ἀναμασσόμενοι οἱ κριταί. ̓Αναμαχούμενον. ἐκ δευτέρου μαχεσάμενον. ὁ δὲ ἐκέλευεν αὐτὸν καὶ αυθις ηκειν ἀναμαχούμενον τὴν πρώτην ησσαν. ̓Αναμετρήσαιμι. διεκπεράσαιμι. μήτε εἰς ̔Ρήγιον ἐκπλεῖν, μήτε τὴν πολλὴν θάλασσαν ἀναμετρεῖν. ̓Αναμέλποντεσ. ὑμνοῦντες. μολπὴ γὰρ ὁ υμνος. ̓Αναμαθεῖν. ἐξ ἀρχῆς μανθάνειν. alpha.203 ̓Αναμύειν. ἀναβλέπειν. ̓Ανανέμειν. ισον τῷ ἀναγινώσκειν. ουτως ̓Επίχαρμος. ̔Ηρόδοτος δὲ ἀνανέμεσθαι ἐπὶ τοῦ καταλέγειν τέθεικεν. ̓Ανανήξασθαι. ἀνακολυμβῆσαι. ̓Ανανεύων. παραιτούμενος. ̓Αναίνεται. παραιτεῖται, ἀρνεῖται. ωσπερ παρὰ τὸ λιπῶ λιπαίνω, καὶ ὁρμῶ ὁρμαίνω, καὶ ὑφῶ ὑφαίνω, ουτω καὶ παρὰ τὸ ἀρνῶ ἀρναίνω, καὶ ἐνδείᾳ τοῦ ˉρ ἀναίνω, ἀναίνομαι. η παρὰ τὸ αἰνῶ, τὸ ἐπαινῶ, ἀναίνω, τὸ οὐκ ἐπαινῶ, καὶ οὐ συγκατατίθεμαι. ̓Αναξιοπαθοῦντεσ. οὐκ αξιον ἡγούμενοι. οἱ δὲ Κρῆτες ἀναξιοπαθοῦντες οὐκ ἐδέξαντο αὐτὸν ὡς μοιχογέννητον. ̓Ανάξοιτο. ἀνασχήσοιτο. ουτως Ξενοφῶν. ̓Αναπεμπάζεσθαι. ἐπαναλαμβάνειν η ἀναλέγεσθαι. ἐκ τοῦ πέμπω. ̓Αναπεμπάζειν. ἀνανεοῦσθαι,