τέρων ἀποτυχία λυτικὴ τῆς Ἰουδαίων κατὰ Χριστοῦ ἀκουσίου ἀγνοίας; Τὸ δὲ Σὺ πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι, κατὰ ταύτην εἴρηται τὴν ἔννοιαν· Ὅτι, γνόντες ὅτι κατ' ἄγνοιάν με ἐσταύρωσαν, καὶ αἰτοῦσι λύτρον τῶν πλημ μελειῶν αὑτῶν, παράσχοις αὐτοῖς. Oὐ γὰρ δίδοται ἄφεσις τῷ νομίζοντι τὴν ἑαυτοῦ ἁμαρτίαν μὴ εἶναι ἁμαρτίαν ἀλλὰ δι καιοσύνην. Καὶ τὸ εἰρημένον τῷ Παύλῳ, τὸ Μαρτυρῶ αὐ τοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν, πεφει σμένως εἴρηται τῇ τοῦ λόγου συγκαταβάσει· ἀσθενὴς τοῖς ἀσθενέσι γινόμενος, ἵνα κατὰ τὸ εἰρημένον σώσῃ τοὺς ἀσθενεῖς. Ἐρώτησις ρθ. Eἰ τὸ τῆς ἀναστάσεως δῶρον πᾶσι τοῖς θανοῦσιν ὁ θεὸς διδόναι ὑπέσχετο, καὶ πάντες ἐκ τῶν τάφων ἀναστάντες τῷ κριτῇ παρίστασθαι μέλλουσι, πῶς πληρωθήσεται τὸ κρίνειν νεκροὺς καὶ ζῶντας τὸν κύριον; Πῶς δὲ νεκροὶ κριθῆναι δυ νήσονται, ὧν τὰ μὲν σώματα ἐν μνήμασιν ἔῤῥιπται, αἱ δὲ ψυχαὶ τῶν σωμάτων κεχωρισμέναι εἰσίν; Ἀπόκρισις. Oὐ πάντες, φησί, κοιμηθησόμεθα. Κρινεῖ οὖν ζῶντας μὲν τοὺς τότε ζῶντας, νεκροὺς δὲ τοὺς ἀνισταμένους ἐκ τῶν νεκρῶν. Ἔρχεται, φησίν, ὥρα καὶ νῦν ἐστίν, ὅτε πάντες οἱ ἐν τοῖς μνήμασιν ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἐξέρχονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Ἐχρῆν οὖν κατὰ τὸ πιστὸν τοῦ λόγου θεωρεῖν τὸ δυνατὸν τοῦ πράγματος καὶ μὴ ἀπορεῖν τὴν ἄλογον ἀπορίαν. Ἐρώτησις ρι. Eἰ τοῖς καταλιμπάνουσι πατέρα ἢ μητέρα ἢ τέκνα καὶ τὰ ἑξῆς ἑκατονταπλασίονα ἐπηγγείλατο διδόναι ὁ κύριος, ἆρα καὶ γυναῖκας ἑκατὸν οἱ τοιοῦτοι ἀντιλήψονται; Πῶς δέ, πολ λῶν τὰ εἰρημένα διὰ τὴν ἐντολὴν καταλιπόντων ἐν πτωχείᾳ καὶ μονότητι καὶ ἐρημίᾳ τελευτησάντων, οὐ διέψευσται ἡ τοι αύτη ὑπόσχεσις; Ἀπόκρισις. Ὥσπερ πατέρας καὶ μητέρας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς λέγει τοὺς κατ' οἰκειωτικὴν διάθεσιν προσλαμβανομένους τὸν Χριστόν, καταλείψαντας πατέρα τε καὶ μητέρα, ἀδελφούς τε καὶ ἀδελφάς, οὕτως καὶ γυναῖκα λέγει τὴν ἐν καιρῷ τῆς διὰ Χριστὸν ἐγκαταλείψεως προνοουμένην τοῦ καταλείψαντος τὴν φύσει γυναῖκα. Ἡ δὲ ἐκκλησία τοῦ δεσπότου Χριστοῦ, ἡ ἐξ ἀρχῆς τοῦ χριστιανικοῦ κηρύγματος ὑπὸ τῶν αὐτῇ ἀντικειμένων Ἑλλήνων τε καὶ Ἰουδαίων διωκομένη καὶ ἁρπαζομένη πολυχρο νίως, πόθεν ἔν τε τοῖς πνευματικοῖς καὶ ἐν τοῖς ἀνθρωπικοῖς τοσαύτην ἣν ὁρῶμεν ἐπίδοσιν ἐδέξατο, μὴ τῆς θείας τε καὶ ζώσης τοῦ σωτῆρος φωνῆς, τῆς κατὰ πολυπλασιασμὸν ὑπο σχομένης, καὶ τὴν ἀντίδοσιν ἐνεργησάσης ἐν αὐτῇ; Πόθεν δὲ πλούσιοι ἄνδρες τε καὶ γυναῖκες τὰς ἑαυτῶν ὑπάρξεις ἐπιφε ρόμενοι ἐν τῇ ἐρήμῳ τοὺς ἐκεῖσε ἀναχωρητὰς ἐζήτησαν καὶ τούτων τὰ ὑστερήματα ἐπλήρωσαν, καθὰ ἔγνωμεν ἐκ τῆς ἱστο