1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

51

κατὰ τὸν ἔννατον μῆνα τοῦτον περὶ ὑγείας ηὔχοντο οἱ Ῥωμαῖοι. 4.126 Τῇ πρὸ ὀκτὼ Εἰδῶν Σεπτεμβρίων Εὔδοξος τὸν ἵππον δύεσθαι καὶ ζέφυρον ἢ ἀργέστην πνεῖν σημειοῦται. 4.127 Ἴσμεν τῇ κράμβῃ ἐμφυόμενον σκώληκα κάμπην ὀνομαζόμενον. οὗτος, ἀποξηραινομένης τῷ ἔαρι τῆς κράμβης, εἰς σκώληκα πτερωτὸν ὡσὰν μύρμηκα, καὶ μείζονά πως, πέφυκε μεταβάλλεσθαι, πτερύγων λευκῶν τριγώνων ἀνεχουσῶν αὐτόν, καὶ περιΐπταται τοῖς κήποις χαμαιζήλῳ καὶ εὐαλώτῳ τῇ πτήσει· ψυχὴν δέ που τὸν τοιοῦτον σκώληκα καλεῖσθαι συμβαίνει. 4.128 Πρὸ δέκα ὀκτὼ Καλενδῶν Ὀκτωβρίων ὁ ∆οσίθεος τὸν ἀρκτοῦρον ἀνίσχειν σημειοῦται. τῇ πρὸ δεκαδύο Καλενδῶν Ὀκτωβρίων ὁ Καῖσαρ τὰς χελιδόνας ἐκδημεῖν λέγει. 4.129 .... Νικομήδους τοῦ Βιθυνίας τυράννου. 4.130 Ὅτι πλεονάσαντος μὲν πυρὸς πυρετὸς γίνεται, ἀφημερινὸς δὲ ἀέρος, τριταῖος δὲ ὕδατος, τεταρταῖος δὲ γῆς. φιλεῖ δὲ τούτων προκατάρχειν τὸ ῥῖγος. ὁπόταν γὰρ ὑπὸ τοῦ ψυχροῦ-ἐπειδὴ τοῦτο ἴδιον ὕδατός τε καὶ γῆς-τὰ εἰρημένα ὑγρὰ παχυνθῇ, τηνικαῦτα φερόμενα διὰ τῶν ἀραιωμάτων ἐξωθεῖν μὲν οὐ δύναται τὰ πυκνότερα, ἐμπεσόντα δὲ ταῖς τούτων ἕδραις σύνωσιν καὶ θλίψιν ἐργάζεται, μέχρις ἂν ὑπὸ τοῦ πυρὸς ἐπειγόμενα τμηθέντα διαχυθῇ, ὅπερ ἀναγ καίως κλόνον τινὰ καὶ σεισμὸν ἐμποιεῖ, ὃ δὴ πάθος τρόμος καὶ ψῦχος ὀνομάζεται. 4.131 Ὅτι Ῥωμαῖοι μετὰ τὸ νικῆσαι τοὺς Ἄφρουςκαὶ τὰ ἐκεῖθεν θηρία ἐπὶ τῆς Ῥώμης ἐκόμιζον καὶ ἐπὶ τῆς ἄμμου ἐφόνευον, ὡς μηδὲ τὰ ἐκ τῆς χώρας ἐκείνης θηρία ἀδούλωτα μείνῃ. 4.132 Ὅτι τὴν ἱσταμένην ἐν τῷ Βυζαντίῳ στήλην τῆς Τύχης Πομπήϊος ὁ Μέγας ἔστησεν· ἐνταῦθα γὰρ τὸν Μιθριδάτην συγκλείσας μετὰ τῶν Γότθων καὶ τούτους διασκεδάσας τὸ Βυζάντιον εἷλε. καὶ μαρτυρεῖ τὸ ἐπὶ τῆς σπείρας τοῦ κίονος ἐπίγραμμα Λατίνοις γράμμασιν, ὃ δηλοῖ τάδε· Τῇ Τύχῃ τῇ ἐπανασωστικῇ διὰ τοὺς νικηθέντας Γότθους. ὁ δὲ τόπος ὕστερον καπηλεῖον ἐγένετο. οἱ Γότθοι Γέται. 4.133 ... οἱ δὲ ἰδιῶται δέλφακά φασιν αὐτόν. 4.134 Τὸ δὲ λόγιον ἀνὰ πάντα τὸν Σεπτέμβριον μῆνα γαλακτοποτεῖν ὑπὲρ ὑγείας παρεγγυᾷ. 4.135 Ὀκτώβριος. Τὸν Ὀκτώβριον Μακεδόνιοι πρῶτον ἔχουσι μῆνα, οἱ δὲ Ῥωμαῖοι ὄγδοον ἀπὸ τοῦ ἔαρος, ὅθεν καὶ Ὀκτώβριον αὐτὸν ὀνομάζουσιν ἀντὶ τοῦ ὄγδοον. Σεμεντίλιος δὲ οὗτος πρότερον ἐκαλεῖτο ἀπὸ τοῦ σπόρου -οὕτω γὰρ Ῥωμαῖοι τὸν σπόρον καλοῦσι. Καλέν δαις Ὀκτωβρίαις οἱ ἱερεῖς ἐθέσπιζον τῷ δήμῳ, μὴ χρῆναι προσέχειν τοῖς ὀνείροις διὰ τὰς ἐκ τῆς ὑγρᾶς ὀγκώσεως τῶν τοῦ φθινοπώρου καρπῶν φαντασίας· ἀπὸ δὲ τῶν Αὐξιφωτίων ἤγουν τοῦ Ἰανουαρίου ὡς μάλιστα προσέχειν κατὰ τὸ δοκοῦν Ἡροφίλῳ, ὃς καὶ θεοπέμπτους ἐνέκρινε τοὺς ὀνείρους, ὁ δὲ ∆ημόκριτος κατὰ τὰς παραστάσεις τῶν εἰδώλων. Καλένδαις Ὀκτωβρίαις φησὶν ὁ Βάρρων τὰς Πλειάδας ἀπὸ ἀνατολῶν ἀνίσχειν. ἐδόκει δὲ τὸν ὅλον μῆνα πρασοφαγεῖν τοῖς Ῥωμαίοις ἐξ ἀρχαίας τινὸς παραδόσεως πρὸς ἀποφυγὴν ἀρθρίτιδος νόσου. 4.136 Τῇ πρὸ ἓξ Νωνῶν Ὀκτωβρίων Εὔδοξος περὶ τὴν ἑσπέραν βροχὴν ἔσεσθαι ὑπολαμβάνει. 4.137 Ἐπὶ δὲ τῶν εἰς γῆν βαλλομένων σπερμάτων ἦν τις δύναμις, ἣν ὁ ἥλιος περὶ τὸ κάτω ἡμισφαίριον ἰὼν ἕλκει κατὰ τὰς χειμερίους τροπάς, Κόρη μὲν ἡ δύναμις ἡ σπερματοῦχος, Πλούτων δὲ ὁ ὑπὸ γῆν ἥλιος, ὃς ἁρπάζειν λέγεται τὴν Κόρην, ἣν ζητεῖ ἡ ∆ημήτηρ κρυπτομένην ὑπὸ γῆς. ἐν Αἴτνῃ δὲ τῆς Σικελίας τὴν ἁρπαγὴν μυθολογοῦσι τῆς Κόρης· ἐκεῖ γὰρ λέγεται πρῶτον σίτου σπέρμα καταβληθῆναι. 4.138 Τῇ πέμπτῃ τοῦ Ὀκτωβρίου μηνὸς οἱ ῥεγεωνάρχαι καὶ σεβαστοφόροι