51
Ἀγάπη τὴν ἔνδειαν τοῦ πλησίον μέριμναν ἰδίαν τίθησιν. Ἀγάπη κοινὴν τράπεζαν πᾶσιν ἱστᾷ, πλουσίῳ τε καὶ πένητι, σοφῷ τε καὶ ἰδιώτῃ. Ἀγάπη τὴν πεπικρασμένην ψυχὴν γλυκαίνει, τὴν τεθλιμμένην θεραπεύει, τὴν τεταπεινωμένην ἀναθάλλειν ποιεῖ. Ἀγάπη ἄσβεστον λαμπάδα τῆς παρθενίας περιφέρει, καὶ τοὺς ἰδίους περιεργάζεται ζητοῦσα. Ἀγάπη τὰς τῆς βασιλείας θύρας ἀνοίγει, καὶ τοὺς ἐν σεμνῷ γάμῳ βιοῦντας εἰσελθεῖν οὐ κωλύει. Ἀγάπη τὴν ἐλεημοσύνην φιλεῖ, καὶ τῷ ταῦτα γεωργῷ στεφάνους χρυσαυγεῖς ἑτοιμάζει. Ἀγάπη ὑπερηφάνους οὐκ οἶδεν, ταπεινοὺς δὲ δοξάζει. Ἀγάπη κακολογίαν φεύγει, εὐλογίαν δὲ στέργει. Ἀγάπη ἄνδρα καὶ γυναῖκα γάμῳ συναφθέντας ὁμονοεῖν συμβουλεύει, χωρίζεσθαι δὲ ἀπ' ἀλλήλων οὐδέποτε θέλει. Ἀγάπη τοὺς πατέρας φιλεῖν τὰ τέκνα προτρέπεται, καὶ τὰ τέκνα δουλεύειν ὡς δεσπόταις τοῖς γονεῦσιν. Ἀγάπη τοὺς δεσπότας ἐλεήμονας εἶναι πρὸς τοὺς οἰκέτας παρακαλεῖ, καὶ τοὺς οἰκέτας ὑπουργεῖν τοῖς δεσπόταις ἀδόλως παραινεῖ. Πολλαχῶς ἀγάπη νοεῖται, διὰ πραότητος, διὰ χρηστότητος, δι' ὑπομονῆς, διὰ ἀφθονίας καὶ ἀζηλίας, δι' ἀμνησικακίας. Ἀμέριστός ἐστιν ἐν πᾶσι, ἀδιάκριτος κοινωνική. Τρισσὰ εἴδη φιλίας διδασκόμεθα, καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον, τὸ κατ' ἀρετήν· στεῤῥὰ γὰρ ἡ ἐκ λόγου ἀγάπη· τὸ δὲ δεύτερον καὶ μέσον, τὸ κατ' ἀμοιβήν· κοινωνικὸν τοῦτο, καὶ μεταδοτικὸν, καὶ βιωφελές· κοινὴ γὰρ ἡ εὐχάριστος φιλία. Τὸ δὲ ὕστατον καὶ τρίτον, ἡμεῖς μὲν τὸ ἐκ συνηθείας φαμὲν, οἱ δὲ Ἕλληνές φασι, τὸ καθ' ἡδονὴν τρεπτὸν καὶ μετάβλητον. Οὐκοῦν ἡ μέν τίς ἐστι φιλοσόφου φιλία, ἡ δὲ ἀνθρώπου, ἡ δὲ ζώου. Τὸ ἀγαπᾷν τοὺς ἐχθροὺς, οὐκ ἀγαπᾷν τὸ κακὸν λέγει, οὐδὲ ἀσέβειαν, οὐδὲ μοιχείαν, ἢ κλοπὴν, ἀλλὰ τὸν κλέπτην, καὶ τὸν μοιχόν· οὐ καθ' ὃ ἁμαρτάνει, καὶ τῇ ποιᾷ ἐνεργείᾳ μολύνει τὴν ἀνθρώπου προσ 95.1204 ηγορίαν, καθ' ὃ δὲ ἄνθρωπός ἐστι, καὶ ἔργον Θεοῦ. Ἀμέλει τὸ ἁμαρτάνειν ἐνεργείᾳ κεῖται, καὶ οὐκ οὐσίᾳ· διὸ οὐδὲ ἔργον Θεοῦ. Οὐ μνησικακήσει ὁ γνωστικός ποτε. Οὐ χαλεπανεῖ οὐδενὶ, κἂν μίσους ἄξια τυγχάνῃ, ἐφ' οἷς διαπράττεται. Σέβει μὲν γὰρ τὸν Ποιητὴν, ἀγαπᾷ δὲ τὸν κοινωνὸν τοῦ βίου, οἰκτείρων καὶ ὑπερευχόμενος αὐτοῦ διὰ τὴν ἄγνοιαν. Ἀγάπη τὰ φλεγόμενα μόρια τοῦ θυμοῦ θεραπεύειν. Ἡ ἀγάπη τὸν ἄνθρωπον εἰς τρία μερίζεται πρόσωπα· ὁ μὲν διὰ Θεὸν ἀγαπᾷ, ὃν ἀγαπᾷ· ὁ δὲ ἐπεὶ πλούσιός ἐστι, χάριν λήψεως δώρων· ὁ δὲ ἐμπαθῶς. Καὶ ὁ μὲν εἰλικρινῶς δοξάζει ὃν ἀγαπᾷ, ὁ δὲ διὰ πλεονεξίαν, ὁ δὲ χάριν ἡδονῆς Εἰρήνη, κἂν ᾖ σφόδρα ἐπιζήμιος, λυσιτελεστέρα ἐστὶ πολέμου.
ΤΙΤΛ. ΙΘʹ. -Περὶ ἀληθείας καὶ μαρτυρίας πιστῆς.
«Οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος.» «Ἐπὶ δυσὶ μάρτυσιν ἢ τρισὶν ἀποθανεῖται ὁ ἀποθνήσκων. Οὐκ ἐμμενεῖ μάρτυς εἷς, μαρτυρῆσαι κατὰ ἀνθρώπου, κατὰ πάσας αἰτίας, καὶ κατὰ πᾶν ἁμάρτημα.» «Ἀληθινὸν στόμα ἐμπλησθήσεται γέλωτος, καὶ τὰ χείλη αὐτοῦ ἀγαλλιάσεται.» «Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ.» «Ἀλήθειαν ἐκζητήσει Κύριος.» «Μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ὑπερήλπισα.» «Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες.» «Ἔλεον καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. Ῥύεται ἐκ κακῶν μάρτυς πιστός.» «Ποιεῖν δίκαια καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ, ἢ θυσιῶν αἷμα.» «Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτῶν, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτῶν.» «Λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην, λέγει Κύριος παντοκράτωρ.» «Οὐκ ἔστι παρὰ τῇ ἀληθείᾳ λαμβάνειν πρόσωπα.» «Οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν, οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσω· ὅτι οὗτος οὐ κοινωνεῖ σοφίᾳ.» «Μὴ ἀντίλεγε τῇ ἀληθείᾳ· μὴ λάβῃς πρόσωπον δυνάστου. Ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ ὁ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ.» 95.1205 «Πετεινὰ πρὸς τὰ ὅμοια