∆ρίστα καλεῖται) πανσυδὶ διατρίβοντα. ἀλλ' οὕτω μὲν ὁ Καλοκύρης ἀπέδρασε, Ῥωμαίους δὲ ἡ νὺξ ἐπελθοῦσα τῆς μάχης ἐπέσχεν. ἄρτι δὲ κατὰ τὴν ὑστεραίαν καὶ τῆς λοιπῆς στρατιᾶς μετὰ τῶν ἑλεπόλεων ἀφιγμένης (ἡμέρα δὲ ἦν ἡ καλουμένη μεγάλη πέμπτη, καθ' ἣν ἐπὶ τὸ πάθος μολῶν ὁ Σωτὴρ τὰ σωτήρια τοῖς μαθηταῖς μετὰ τὸν μυστικὸν δεῖπνον διδάγματα ἐξεπαίδευσε), πρωΐθεν ὁ αὐτοκράτωρ Ἰωάννης ἐξαναστὰς 135 καὶ εἰς ἀῤῥαγῆ συνασπισμὸν διατάξας τὰς φάλαγγας, παιωνίσας τε τὸ ἐνυάλιον, τῷ τείχει προσέβαλεν, ὡς αὐτοβοεὶ αἱρήσων τὴν πόλιν. Ῥῶς δὲ καὶ αὐτοὶ πρὸς τοῦ σφῶν παρακροτούμενοι στρατηγοῦ (Σφέγκελος δὲ ἦν οὗτος, ὁ τρίτην ἔχων τιμὴν παρὰ Σκύθαις μετά γε Σφενδοσθλάβον· ἐκεῖνος γὰρ ἁπάντων κατῆρχεν), ἐκ τῶν ἐπάλξεων ἀντετάξαντο, καὶ Ῥωμαίους ἐπιόντας κατὰ τὸ ἐνὸν ἠμύνοντο, ἀκόντια, καὶ βέλη, καὶ λίθους χειροπλήθεις ἐπαφιέντες ἄνωθεν. Ῥωμαῖοι δὲ, τοῖς τε τόξοις καὶ πετροβόλοις ὀργάνοις , σφενδόναις τε καὶ ἀκοντίοις θαμινώτερον κάτωθεν βάλλοντες, ἀνεῖργον τοὺς Σκύθας, βιαζόμενοι, καὶ μὴ ἐῶντες ἀδεῶς προκύπτειν ἐκ τῶν ἐπάλξεων. ὁ δὲ αὐτοκράτωρ, γεγωνότερον ἐμβοήσας καὶ τῷ περιβόλῳ τὰς κλίμακας προσερείδειν ἐγκελευσάμενος, ἐπέῤῥωσε τῇ βοῇ τὴν πολιορκίαν, ἐκθύμως ἐπ' ὄψεσι βασιλέως ἁπάντων διαγωνιζομένων, καὶ τιμὰς ἀναλόγους τοῖς πόνοις τοπαραυτίκα πρὸς αὐτοῦ προσδοκώντων ἀποίσεσθαι. ϛʹ. Ῥωμαίων δὲ ἐπιβρισάντων καὶ τοῖς τείχεσι προσπελασάντων τὰς κλίμακας, ἐνταῦθά τις γενναῖος νεανίσκος, ἄρτι πυρσαῖς θριξὶν ἐπιχνοάζων τὴν γένυν, ἐκ τῆς τῶν Ἀνατολικῶν ὁρμώμενος γῆς, ᾧ Θεοδόσιος ὄνομα , Μεσονύκτης ἐπίκλησις, θατέρᾳ μὲν τὸ ξίφος σπασάμενος, τῇ λαιᾷ δὲ τὴν ἀσπίδα ὑπὲρ κεφαλὴν ἀνατείνας, ὡς μὴ βάλλοιτο ἄνωθεν παρὰ τῶν Σκυθῶν, διὰ τῆς κλίμακος ἄνεισιν· ἀγχοῦ δὲ γενόμενος τῆς ἐπάλξεως, καταστοχήσας τοῦ προκύπτοντος Σκύθου καὶ τοῦτον 136 ἀμυνομένου τῷ δόρατι, παίει κατὰ τοῦ τένοντος· ἀπαραχθεῖσα δὲ ἡ κεφαλὴ σὺν τῇ κόρυθι ἔξω τειχῶν πρὸς ἔδαφος ἐσφαιρίζετο· Ῥωμαῖοι δὲ τῷ καινῷ τοῦ δράματος ἐπηλάλαξαν, καὶ συχνοὶ τοῦ πρώτως ἀνελθόντος τόλμαν ζηλώσαντες, διὰ τῶν κλιμάκων ἀνέθεον. ὁ δὲ Μεσονύκτης, ἐπεὶ τοῦ τείχους ἐπέβη, καὶ τῆς ἐπάλξεως ἐγκρατὴς ἐξεγένετο, πλείστους τῶν ἀμυνομένων Ῥῶς ἐπιστροφάδην πλήττων τῶν τειχῶν κατεκρήμνιζε. θᾶττον δὲ συχνῶν ἑκασταχοῦ τῶν περιβόλων ἀνελθόντων, καὶ παντὶ σθένει τοὺς ἐναντίους ἀποσφαττόντων, τὰς ἐπάλξεις καταλιπόντες οἱ Σκύθαι, ἐς τὴν βασίλειον αὐλὴν, τειχίον ἐχυρὸν κεκτημένην, ἐν ᾗ καὶ ὁ πλοῦτος Μυσοῖς ἐναπέκειτο, ἀκλεῶς συνώσθησαν, πυλίδα μίαν ἠνεῳγμένην παραλιπόντες. ἐν ᾧ δὲ ταῦτα ἐδρᾶτο, ἡ ἔξω τειχῶν ὁρμωμένη τῶν Ῥωμαίων πληθὺς, τοὺς θαιροὺς τῶν πυλῶν καὶ μοχλοὺς διακόψασα καὶ συντρίψασα, ἔνδον εἰσῄει τοῦ ἄστεος, ἀμύθητον φόνον αὐτουργήσασα τῶν Σκυθῶν. τότε δὴ καὶ Βορὴν συλληφθῆναι λέγεται, τῶν Μυσῶν βασιλέα, σὺν γυναικὶ καὶ δυσὶ νηπίοις, οὕτω πυρσοῖς τὴν γένυν περιπυκάζοντα, καὶ προσαχθῆναι τῷ βασιλεῖ· ὁ δὲ, τοῦτον δεξάμενος, διὰ τιμῆς ἦγε, κοίρανον Βουλγάρων ἀποκαλῶν, φάσκων τε, ἥκειν Μυσοῖς τιμωρήσων, δεινὰ πεπονθόσι πρὸς τῶν Σκυθῶν. ζʹ. Ῥωμαῖοι δὲ, ἅπαξ ἐμπελασθέντες τῷ ἄστει, ἐχώρουν διὰ τῶν στενωπῶν, τοὺς μὲν δυσμενεῖς ἀποκτείνοντες, τὰ δὲ χρήματα διαρπάζοντες. τηνικαῦτα καὶ τῇ βασιλείῳ αὐλῇ 137 προσέβαλλον, ἐν ᾗ τῆς Ῥωσικῆς πληθύος συνώσθη τὸ μάχιμον. ἀλλ' εὐσθενῶς ἔνδον ἀντικαταστάντες οἱ Σκύθαι τούτους ἀνῄρουν, διὰ τῆς πυλίδος ἐξολισθαίνοντας,