ἐμπρόσθιον ἔχει; τί οὖν οἴεσθε; ἐν τηλικούτῳ μεγέθει σκιδνάμενον ἐντεῦθεν αὐτῷ καὶ τὸ φρόνημα χαῦνον καὶ ἀσθενὲς καὶ θήλεια ἀτεχνῶς ἡ ψυχή. ὥσπερ γὰρ τὸ δι' εὐρυτέρων ἀναπνοῶν διικνούμενον πνεῦμα ἀδρανές ἐστι καὶ λεπτόν, ὅτι τῷ πλάτει δι' οὗ ἵπταται τὴν οἰκείαν οὐσίαν ἠμύδρωται, τὸ δὲ διὰ στενοτέρων τῶν πόρων διιὸν γενναιότερον προσβάλλει τοῖς σώμασιν, οὕτω δὴ καὶ τὸ ἐν τῇ κεφαλῇ πνευματικὸν ὄχημα τῆς 93 ψυχῆς, εἰ μὲν συμμέτρῳ περισφίγγοιτο τῷ κρανίῳ, πεπύκνωται πρὸς ἑαυτὸ καὶ δεδυνάμωται, εἰ δὲ ὀγκώδει καὶ μεμεγεθυσμένῳ, ἀραιότερον γίνεται καὶ χαυνότερον. καὶ οὐ τὴν μεγάλην ἐπαιτιῶμαι κεφαλήν (οἶδα γὰρ τὸν Περγαμηνὸν Ἀσκληπιάδην μάλα ταύτην ἐν τῇ τέχνῃ ἐγκωμιάσαντα), ἀλλ<ὰ> {οὐ} τὴν παρὰ φύσιν, ὁποία δὴ τῷ μειρακίῳ τούτῳ συμπέφυκεν, ἐφ' οὗ δὴ καὶ τὸ τῶν ὀμμάτων ἄγριον τὸ πεπλανημένον τοῦ πνεύματος δείκνυσιν, ἀτάκτως τοῖς πόροις ἐμπίπτοντος καὶ τὸ καθεστηκὸς ἀφαιροῦντος. ἐπεὶ οὖν ἅπαξ τοῦ ἀνδρώδους ἀπέστη καὶ θαρραλέου, διὰ τοῦτο αὐτῷ διερρυηκότα πάντα καὶ θήλεα. μεμίσηνται γὰρ αὐτῷ ἀνδρῶνές τε καὶ γυμνάσια, κυνηγέσιά τε καὶ ἡβητήρια, καὶ οὔτε συσφαιρίζειν ἐθέλει οὔτε δὴ συγκυβεύειν οὔτε ξηρῶν ἱδρώτων ἀντέχεσθαι. φίλα δὲ αὐτῷ ἱστός τε καὶ ἠλακάτη καὶ ἡ λοιπὴ ταλασιουργία, καὶ τὸ ὅλον περὶ τὴν γυναικωνίτην τὴν πραγματείαν ἔσχηκεν, ἄτρακτόν τε ἑλίττειν ἐθέλει καὶ ὑφαίνειν οὐχ ἥκιστα. δεῆσαν δὲ καὶ πρὸς παιδιὰν τρέπεσθαι, οὔτε ἀστραγάλοις ἐφήδεται οὔτε κοττάβοις προσπαίζει, ἀλλ' οὐδὲ τηλίαν ἀσπάζεται οὐδ' ἐπὶ στρόμβοις ἀγάλλεται οὐδὲ τοῖς ἐπιμήκεσι τῶν καρύων κατὰ τοῦ προκειμένου βάλλει σκοποῦ. ἐν εἰδώλοις δὲ καί τισιν ὁμοιώμασιν παστάδα τε πήγνυται καὶ σχηματίζει νυμφίον καὶ νύμφην τούτῳ συγκατακλίνει, καὶ τὸ τῆς νύμφης εἴδωλον φορυτῷ τινι ἐξογκῶν κατὰ τὴν γαστέρα κύειν αὐτὸ οἴεται, ὠδὶς ἐπὶ τούτοις καὶ λοχεία καὶ μαῖα καὶ μαίωτρα. δεῆσαν δὲ καὶ τῷ τῆς φωνῆς μέλει χαρίσασθαι, οὐ συνασπισμοὺς παλαιῶν ἀνδρῶν τραγῳδεῖ οὐδὲ μάχας καὶ τρόπαια, ἀλλ' ὡς ἡ θυγάτηρ ἀνακρινομένη παρὰ τῆς μητρός, ἐφ' ᾧ παρὰ τὴν πηγὴν ἰοῦσα μέλει, ὑπὲρ αὐτῆς φησιν ὡς ἐρώτων μὲν ἐκείνη πέπλησται, ἀκκισμῶν δὲ ἡ λεκανὶς καὶ κολακείας τὸ ἄγγος τοῦ ὕδατος. τοιοῦτόν ἐστι τὸ κάλλιστον τοῦτο μειράκιον καὶ διὰ ταῦτα τοιοῦτον ἐγένετο. Εἰ μνημονεύουσιν αἱ ψυχαὶ τῶν σωμάτων ἀπορραγεῖσαι Πολλοῖς τοῦτο οἶδα ἐρωτηθὲν καὶ τῶν ἐπὶ τῆς ἐμῆς ἡλικίας καὶ οὓς ὁ χρόνος προέλαβεν, εἰ μνημονεύουσιν αἱ ψυχαὶ τῶν σωμάτων ἀπορραγεῖσαι. καὶ ἀπεκρίθησαν τοῖς ἐρωτήσασι, μηδέν τι προδιαστείλαντες, οἱ μὲν ὡς 94 οὐδὲν ὧν ἐνταῦθα ἐθεάσαντο ἴσασιν, ἀλλ' εὐθὺς ἀπώλετο ταύταις τῆς μνήμης ἡ δύναμις, οἱ δὲ ὡς ἐπίστανταί τε καὶ μνημονεύουσιν. ἐγὼ δὲ ὡς προπετεῖς ἄμφω ἀφεὶς καὶ ἀνεπιστήμονας τεχνικώτατά σοι περὶ τούτου καὶ συντομώτατα διαλήψομαι. Οὐχ εἷς ἐστι κλῆρος πάσαις ταῖς ἐντεῦθεν ἀπελθούσαις ψυχαῖς, ἀλλ' ἐπειδὴ αἱ μὲν ἀκάθαρτοι πάντη ἐξίασιν, αἱ δὲ βραχύ τι προκαθηράμεναι, αἱ δὲ τελειοτάταις χρησάμεναι ταῖς καθάρσεσιν, ἄλλαι δὲ καὶ θεῖον ὑποδεξάμεναι νοῦν καὶ πρὸς θεὸν ἀναδραμοῦσαι πρὸ τοῦ ἀφεῖναι τὰ σώματα, διὰ ταῦτα αἱ μὲν ὑπὸ δίκην ἔσονται, αἱ δὲ μετριώτερον ἐλλαμφθήσονται, αἱ δὲ πορρώτερον διαβήσονται, αἱ δὲ κρείττους ὑπὸ τὸ θεῖον γενήσονται πῦρ, ὅλῳ καταλαμπόμεναι τῷ ἀύλῳ φωτί. Ὅρα γοῦν ὅ τι φημί. ἡ τῶν ἐνταῦθα μνήμη μερισμόν τινα τῆς ψυχῆς δείκνυσι καὶ οἷόνπερ ἔκκλισιν ὧν ἐκεῖ τεθέαται ἡ ψυχή. οὐκοῦν ἐκ μέρους τε ἐλλαμφθήσεται καὶ ἐκ μέρους ἐρημωθήσεται τοῦ φωτός. ἀλλ' ἥ γε ὅλη καταπιμπραμένη τῷ θείῳ πυρὶ οὐκ ἂν τοῦτο πάθῃ ποτέ· ἀμνήμων ἄρα ἔσται ὧν ἐνταῦθα εἶδεν ἢ πέπραχεν, οὐχ ὡς οὐκ ἔχουσα τῆς μνήμης τὴν δύναμιν, ἀλλ' ὡς ὅλη στραφεῖσα πρὸς τὸν θεὸν καὶ πᾶσαν μὲν ὑπεραναβᾶσα σχέσιν, πάσης δὲ ἄλλης ἐπιλελησμένη θεωρίας καὶ πράξεως. αὕτη μὲν οὖν οὐκ ἄν ποτε