αἴτιον ἡ πρὸς τὴν καρατομίαν τοῦ πράγματος σύγκρισις; ἐντεῦθεν γάρ, ἑνὸς ἀτόπου δοθέντος, τὰ πολλὰ ταῦτα ληρήματα ἀκολούθως συνεπεράνθησαν. οὐ βούλομαι παρ' ὑμῶν εὐεργετηθῆναι, οὐδὲ ζῶν αὖθις ἀναζήσεσθαι, οὐδ' ἐν ταῖς ὑμετέραις ψήφοις ζῆν ἢ τεθνάναι με ὥσπερ ἐν χρονικοῖς τισιν ἢ τοῖς τοῦ ἀέρος σχήμασιν, ὡς ἂν ἀστρολόγοι ληρήσαιεν. οὐ κεκάθαρμαι, οὐκ ἐστέρημαι τῆς ἐν τῷ θρόνῳ πνοῆς. ἔχω τὴν τῆς ἱερωσύνης ψυχήν, τῷ ἀρχιερατικῷ πνεύματι ζῶ, οὐ δέομαι δευτέρας ζωῆς, ὅλην ἔχω παρ' ἐμαυτῷ ἣν καὶ ὑμῶν ἕκαστος. τί με διασπᾶτε τοῦ κοινοῦ σώματος; τί με ὡς νεκρὸν ἐκκόπτετε; τί με τῶν ὑμετέρων ἀποσπᾶτε μελῶν; τί δὲ καὶ τὴν τοῦ βασιλέως ἀμαυροῦτε φιλανθρωπίαν; ὡς λίαν ἀφωμοίωσθε κατὰ τὸ ἐπάγγελμα τῷ θεῷ, ἢ κατ' ἴχνος αὐτῷ τῶν ἀρετῶν βαίνετε, μιμεῖσθε δὲ καὶ τὴν αὐτοῦ περὶ ἡμᾶς ἀγαθότητα. ὁ μὲν γὰρ τὰς ἀσθενείας ἡμῶν ἐβάστασε καὶ ἀποστατησαντας εἰς ἑαυτὸν ἐπανήγαγε καὶ τῷ ἑαυτοῦ συνήνωσε σώματι. ἱμεῖς δέ, εἰ μή με τῆς ἀκαιρίας μέμφοισθε, ἐν ᾧ παρακαλεῖν ἔδει βαρυνομένῳ καὶ ὀνειδίζοντι καὶ εἴ τῴ τι προσωμίλησεν, αἷσχος ἐκ περιστάσεως ἀνακαλύπτετε καὶ δημοσιεύετε καὶ ὥσπερ τι μέλος ἀνίατον ἀποκόπτετε, καὶ ἣν ἔδει συνεισφέρειν σπουδὴν ὑπὲρ τοῦ προσενοῦν καὶ μὴ ἐᾶν ἀπορρήγνυσθαι, ταύτην ὥστε ἀποκόψαι εἰσφέρετε, οὐκ ἐνθυμούμενοι ὅσα τοῖς καιροῖς περιπίπτομεν καὶ ὅπως ὁ βίος ἡμῶν παρὰ τὰ πράγματα κρίνεται, οὐδὲ τοῦτο τῶν πάντων ἀναλογιζόμενοι, ὡς ὀλίγα τοῦ τοιούτου ἐπιτιμίου ἔχομεν παραδείγματα. καίτοι οὐδεὶς ἂν ὑμῶν εἰπεῖν ἔχοι ὡς οὐδενὸς τῶν πώποτε ἀρχιερέων οὐ πάθος ἥψατο, οὐ καιρὸς κατεδυνάστευσεν, ἀλλὰ ταῦτα μὲν ἴσως ἔστιν οἷς τούτων ἐπισυμβέβηκεν, οἱ δὲ τότε ποιμαίνοντες τὸν λαὸν οὐ διὰ τῆς τοῦ ἑνὸς καθάρσεως ταράττειν τὴν ἐκκλησίαν ἐβούλοντο, ἀλλ' οὐδὲν ἧττον συντηρεῖν, τοῦ καινοῦ τούτου ἐπιτιμίου καὶ θανάτου πλέον ἐς τὸ κακὸν ἢ ὅσον θάνατος ζωῆς ἀπεχόμενοι. οὐκ οἴδατε οἷόν ἐστιν ἀποσπᾶσαί τινα τοῦ θεοῦ καὶ πόρρω τοῦ θείου ποιήσασθαι βήματος, ἐπιτειχίσαι τε τούτῳ τὸ καταπέτασμα καὶ ἀποκλεῖσαι τῶν ἀπορρήτων καὶ ἀντὶ τοῦ μετὰ τῶν σεραφὶμ ἑστάναι μηδὲ τοῖς κατηχουμένοις συναριθμῆσαι; οὐ δυσωπεῖσθε ὅτι τὸ ἀγγελικὸν ἀποδῦσαί με σχῆμα σπουδάζετε καὶ τὸν θεὸν τῶν ἐμῶν χειρῶν ἐκβαλεῖν καὶ τάξαι μετὰ τῶν κατακρίτων τὸν ἠξιούμενον τῆς ἀγγελικῆς τάξεώς τε καὶ στάσεως, καὶ ταῦτα, οὐκ ἐπ' αἰσχροῖς τισι πάθεσι, κατὰ ἄφρονα λέγω, οὐδ' οἷς θεὸς ἀπεχθάνεται, ἀλλ' ἐπὶ συκοφάντου μόνῃ φωνῇ; οὐ τὸν μακρὸν χρόνον ἀνιστορήσετε ἀφ' οὗ συνελέγην ὑμῖν, καὶ ὡς παιδόθεν ἡ ἐκκλησία με παραλαβοῦσα ἐτιθηνήσατο καὶ εἰς τόδε καταστάσεως ἤγαγεν; οὐ μνησθήσεσθε τῆς κοινῆς συνδιαγωγῆς ἔν τε τοῖς ἄλλοις καὶ τῷ ἱερῷ βήματι καὶ τοῦ πνευματικοῦ ἀσπασμοῦ καὶ τῆς τῶν ἀψαύστων μεταχειρίσεως, ἀλλὰ τούτων ἁπάντων λήθην ποιήσετε; μὴ οὕτως ὑμῶν θεὸς ἐπιλάθοιτο μηδὲ μιμήσαιτο, ὃν ὑμεῖς μιμεῖσθαι ὀφείλετε. τί δὲ μετὰ ταῦτα καὶ ἐμαυτῷ χρήσομαι; ποίαν βιώσω ζωήν; οὐ χανεῖν μοι πολλάκις τὴν γῆν εὔξομαι; οὐκ ἀποθανεῖν μυριάκις ἀντὶ τοῦ ζῆν ἕλωμαι, ὅτι τὸ θεῖον ἀφῄρηταί μοι ἀξίωμα καὶ μετὰ τοῦ θρόνου καὶ τῆς ἱερωσύνης ἀπέρριμμαι καὶ μετὰ τῆς κιδάρεως τὸν ποδήρη περισεσύλημαι; Εἶτα μοι προνοίας ἑτέρας φροντίζετε τῆς θείας ἐκπεπτωκότι καὶ κρείττονος. τί γὰρ ἐμοὶ καὶ τῷ Ἀδάμ; τῷ μὲν μετὰ τὴν ἐκ τοῦ παραδείσου ἀπέλασιν ὁ λοιπὸς κόσμος τῆς γῆς, κἀμοὶ μετὰ τὴν ἀπὸ θεοῦ ῥίψιν καὶ τοῦ θείου βήματος ἀλλοτρίωσιν θησαυροὶ ἀργύρου καὶ χρυσοῦ πλήθοντες. μή, πρὸς τῆς ἱερωσύνης αὐτῆς, πρὸς τῆς κοινῆς συλλειτουργίας, πρὸς ἱερῶν, πρὸς μυστηρίων καὶ ἀπορρήτων, πρὸς θεοῦ, μή μοι γένοισθε ψυχικοῦ θανάτου παραίτιοι. σύ τε ὁ παιδαγωγὸς ἡμῶν καὶ κοινὸς πατὴρ καὶ ἀρχιποίμην καὶ ὑμεῖς οἱ καλῶς ὑπ' αὐτῷ ποιμαινόμενοι, μὴ δότε τοῖς χρυσοῖς τούτοις