εἰργασμένοι. οὐκ ἔστι μάρτυς ἄνηβος οὐδὲ τῶν γυναικῶν τις· εἰ δ' ἐστὶ τὸ γενόμενον μὴ δυνάμενον θέαν ἀνδρικὴν καταδέξασθαι, γυναῖκες μαρτυροῦσι. καὶ δοῦλος ἔτι μαρτυρεῖ ἐν σπάνει τῶν μαρτύρων εἰς ἅπαν ἄλλο πρόσωπον ἄνευ αὐτοῦ δεσπότου. οἱ δ' ἀσθενεῖς καὶ γέροντες σύν γε τοῖς στρατιώταις καὶ οἱ πρωτοσπαθάριοι μετὰ τῶν ἱερέων οὐ μαρτυροῦσιν ἄκοντες, ἀλλ' ἑκουσίως μόνον· ἀρχιερεὺς δ' οὐ μαρτυρεῖ, οὔτ' ἄκων οὔθ' ἑκών πως. τοὺς δ' ἄλλους ἀναγκάσειας μαρτυρεῖν ἀκουσίως, καὶ μᾶλλον εἰ τυγχάνων τις τῶν καταδεεστέρων πρὸς ἄνδρα δίκην ἔλαχε τῶν ἐπὶ δυναστείαις κἀντεῦθεν ὑποκλάζουσι τῷ φόβῳ τοῦ δυνάστου τοῦ πένητος οἱ μάρτυρες· τότε γὰρ καὶ πρὸς βίαν εἰς μαρτυρίαν ἕλκονται καὶ τἀληθῆ τιθέναι. ἀρκοῦσιν εἰς καταβολὴν δύο φωναὶ μαρτύρων, εἰ λίτρα μόνη πέφυκεν ἡ καταβαλλομένη· εἰ δέ τι πλέον πέφυκε, τρεῖς μάρτυρας δεκτέον· ἐπὶ δὲ καταθέσεως πέντε μάρτυρας δέχου, τὰς δέ γ' ἐκ τοῦ παρήκοντος ἀθέτει μαρτυρίας. εἰ λάβοι τις ἐν γράμμασιν ἐκ δανειστοῦ τι χρέος, ἀποδιδοὺς ἀπόδειξιν ἔγγραφον λαμβανέτω τριῶν μαρτύρων ἔχουσαν ὑπογραφὰς βεβαίας· εἰ δὲ μὴ τοῦτο δράσειεν, αὖθις ἔνοχος ἔσται, εἰ μή γε πέντε μάρτυρες εἴποιεν παραχθέντες, ὡς γέγονεν ἀπόδειξις τοῦ κεχρεωστημένου, ἢ τούτων κατενώπιον ὁ δανειστὴς ἐξείποι ἀπολαβεῖν τὸ ἴδιον χρέος ἐκ τοῦ χρεώστου. εἰ δανειστὴς ἀπόδειξιν ποιήσεται τοῦ χρέους καὶ μετὰ ταῦτα ῥεύσουσι τριάκοντα ἡμέραι, ἀντεγκαλεῖν οὐ δύναται περὶ ἀναργυρίας καὶ λέγειν ὡς «ἀπόδειξιν ἔγγραφον ἐξεθέμην, πρὸ δὲ τῆς ἀποδείξεως οὐκ ἔλαβον χρυσίον»· εἰ δὲ ἐντὸς τριάκοντα ἡμερῶν ἐναγάγῃ, τότε καταναγκάζεται ὁ χρεώστης δεικνύειν, ὡς ἀληθῶς διέλυσε τῷ δανειστῇ τὸ χρέος. καὶ προικός τις ἀπόδειξιν ἐκθέμενος νομίμην, τὸ πᾶν ἀναταξάμενος κατ' εἶδος τῶν πραγμάτων, οὗτος οὐκ ἀντιτίθησιν ἀναργυρίαν ὅλως. εἰ δέ τις ὡμολόγησε δανείσασθαι ἐγγράφως, δυσὶ χρόνοις ὁρίζεται κινεῖν ἀναργυρίαν, καὶ τότε τις τὸν δανειστὴν δικάζων ἀναγκάζει δεικνύειν τὴν καταβολὴν ἐννόμως τοῦ δανείου. εἰ δέ τις ὡμολόγησεν ἐν γράμμασί τι χρέος, ἀλλ' οὐκ ἐξ ἀριθμήσεως, ἀλλ' ἐξ ἄλλης αἰτίας, τυχὸν ὡς ἀπὸ πράσεως, καὶ φανερώσας τοῦτο ὕστερον ἀπαρνήσαιτο μὴ χρεωστῶν ἐκθεῖναι πρὸς τὸν κατήγορον αὐτὸν ὁμολογίαν χρέους, αὐτὸς βαρεῖται μάλιστα σαφῶς ἀποδεικνύειν, ὅτι καθωμολόγησε μὴ χρεωστῶν τι χρέος καὶ κατὰ βίαν ἔγραψεν ἢ τυχὸν κατὰ δόλον. υἱοὶ δὲ ὑπεξούσιοι καὶ πατὴρ μαρτυροῦσιν εἰς τὴν αὐτὴν ὑπόθεσιν, κἀν τῇ διατυπώσει· ἡ δέ γε διατύπωσις πέντε χερσὶ μαρτύρων ὑπογραφέσθω κατ' αὐτὸ καλῶς καὶ σφραγιζέσθω. ὁ δὲ τὸ δάνειον δεικνύς, χρεωστῶν ἀρνουμένων, χρόνον ἀρκοῦντα εἴληφε τριακονταετίαν· εἰ δ' ἴσως πρὸς παράστασιν ἠτόνησε μαρτύρων, ὅρκον ἐπάγειν δύναται οὗτος τῷ ὀφειλέτῃ, κἂν οὗτος ἐπομόσηται, ὁ δανειστὴς ἡττᾶται· εἰ δὲ ὁ ἐναγόμενος ὅρκον ἀντεπαγάγοι, ὁ δανειστὴς δ' ὀμόσειε, λαμβάνει τὸ χρυσίον. ὡραῖον δὲ σημείωσαι καὶ ζητούμενον πρᾶγμα, ὡς ἔξεστι μεταπηδᾶν ἐκ δικαιολογίας ταύτης πρὸς ἄλλην, δέσποτα, μέμψεώς τινος δίχα. ἡ κομβεντίων, δέσποτα, εἰς τρία διαιρεῖται· ἢ γὰρ πουβλίκα πέφυκεν, εἰ τύχοι, ἢ πριβάτα, τὴν δὲ πριβάταν δίελε εἰς δύο πάλιν μέρη, εἰς λεγιτίμαν, κράτιστε, καὶ ἰουρισγεντίαν. μὴ τοίνυν τίθει τέσσαρα, μόνα δὲ τρία λέγε, ἡ λεγιτίμα γὰρ αὐτὴ καὶ ἰουρισγεντία πᾶσαν κατεδαπάνησαν τὴν γενικὴν πριβάταν. οὐκοῦν τὴν κομβεντίονα εἰς τρία ταῦτα τέμνε, πουβλίκαν λεγιτίμαν τε καὶ ἰουρισγεντίαν· καὶ πούβλικον μὲν πέφυκεν εἰρήνη δημοσία, λεγίτιμον τὸ ἰδικῷ νόμῳ κεκυρωμένον, τὸ δὲ μήτε λεγίτιμον μήτε τὴν τῶν πουβλίκων ἰουρισγέντιόν ἐστι κομβέντιον ἐν γένει. τῶν δὲ τοιούτων, δέσποτα, πάλιν κομβεντιόνων αἱ μὲν γεννῶσιν ἀγωγήν, αἱ δὲ παραγραφήν πως· ἀλλ' ὅσαι μὲν ὁμώνυμον ἐναγωγὴν γεννῶσιν, φημὶ τοῖς συναλλάγμασιν ἀφ' ὧν ἀπογεννῶνται, εἰσὶ μὲν κομβεντίονες γενικῶς κεκλημέναι,