αὐτόν. καὶ τὸ «Τίνα οὖν σεαυτὸν ποιεῖς;» μὴ τεθεωρηκότων ἦν φωνὴ ὅτι οὐχ ἑαυτὸν ὁ Ἰησοῦς πεποίηκεν ὅπερ 20.44.421 ἐστίν. διόπερ καὶ πρὸς τοῦτο δοκεῖ μοι ἀποκρίνεσθαι, διδάσκων τίς αὐτὸν ἐποίησεν ὅπερ ἦν, τὸ «Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου «οὐδέν ἐστιν· ἔστιν ὁ πατὴρ ὁ δοξάζων με.» 20.44.422 Καὶ ταῦτα δέ, αὐτάρκη περιγραφὴν εἰληφότος τοῦ εἰκοστοῦ τῶν 20.44.422 εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἐξηγητικῶν τόμου, τὴν περιγραφὴν ἐνταῦθα εἰληφέτω, ἵνα θεοῦ ἀποκαλύπτοντος ἡμῖν τὰ ἑξῆς θεωρή σωμεν ἐν τῷ μετὰ ταῦτα ἀπὸ τοῦ «Ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ»δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν». 28.t.1 ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ ΤΟΜΟΣ ΚΗʹ. 28.1.1 Οἱ φύσεις ἀριθμῶν ἐρευνήσαντες πρῶτον μὲν τέλειον τὸν ἓξ εἰρήκασιν, τοῖς ἑαυτοῦ μέρεσιν ἰσούμενον, ἔκ τε τῆς συνθέσεως τοῦ ἀπὸ μονάδος διπλασιαζομένου, ἑνὸς καὶ δύο, ὃ ἐστὶ τρία, ἀριθμὸς πρῶτος, καὶ τοῦ ἐφ' ὃν ἔφθασεν ὁ διπλασιασμός, λέγω δὲ τοῦ δύο· 28.1.2 γενόμενος γὰρ ὁ δύο ἐπὶ τὸν τρία πεποίηκεν τὸν ἕξ. δεύτερον δὲ τέλειόν φασιν εἶναι τὸν εἴκοσι καὶ ὀκτώ, συνιστάμενον ἔκ τε τοῦ συνθέτου τῶν ἀπὸ μονάδος διπλασιαζομένων, ἕως γένηται πρῶτος ἀριθμός, καὶ τοῦ ἐφ' ὃν ἔφθασεν ὁ διπλασιασμός. τέσσαρα μὲν γάρ 28.1.3 ἐστιν ὁ ἀπὸ μονάδος διπλασιαζόμενος ἐν τῷ ἕν δύο τέσσαρα. ἑπτὰ δὴ τούτων σύνθεσις, καὶ αὐτὸς πρῶτος ἀριθμὸς ὑπὸ μονάδος μόνης μετρούμενος· γινόμενος δὲ ὁ τέσσαρα ἐπὶ τὸν ἑπτὰ πεποίηκεν τὸν εἴκοσι καὶ ὀκτώ, καὶ αὐτὸν τοῖς ἑαυτοῦ μέρεσιν ἴσον. 28.1.4 ∆ιὰ τοῦτο δ' οἶμαι † ῥᾴδιον διαλαμβάνεται ἀπὸ τοῦ παιδευθέντος «πάσῃ σοφίᾳ [καὶ] Αἰγυπτίων» Μωσέως εἰς τὴν τῆς σκηνῆς τοῦ μαρ τυρίου κατασκευήν· αἱ γὰρ αὐλαῖαι εἴκοσι καὶ ὀκτὼ πηχῶν τὸ μῆκός 28.1.5 εἰσιν. καὶ ἐχρῆν γε τὴν εἰς δόξαν θεοῦ κατασκευαζομένην σκηνὴν τοῦ μαρτυρίου μετὰ τῶν ἐξαιρέτων ἀριθμῶν ἔχειν καὶ τὸν εἴκοσι καὶ 28.1.6 ὀκτώ. ἐφ' ὅν, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε, φθάσαντες τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν (οὗτος γὰρ ἔσται, θεοῦ χαριζομένου, εἰκοστὸς ὄγδοος εἰς τὸ εὐαγγέλιον τόμος), ἐπικαλεσάμενοι τὸν τέλειον καὶ τε λειότητος χορηγὸν θεὸν διὰ τοῦ τελείου ἀρχιερέως ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵν' ἡμῶν τὸν νοῦν δῷ εὑρεῖν τὴν περὶ τῶν ἐξετασθησο μένων ἀλήθειαν καὶ κατασκευὴν αὐτῶν, [καὶ] οὕτως ὁδεύσωμεν καὶ ἐπὶ τὰ ἑξῆς. 28.2.n Λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. 28.2.7 Ἐπείπερ ἐνθάδε μὲν τὸν ἐπικείμενον τῷ σπηλαίῳ λίθον οὐκ αὐτὸς ὁ Ἰησοῦς αἴρει ἀλλὰ λέγει· «Ἄρατε τὸν λίθον», ἐν δὲ τῇ Γενέσει, ἡνίκα «λίθος ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος, καὶ συνήγοντο «ἐκεῖ πάντα τὰ ποίμνια, καὶ ἀπεκύλιον λίθον ἀπὸ τοῦ στόματος τοῦ «φρέατος, καὶ συνήγοντο καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων «τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ» καὶ τῷ μηδέπω τοῦτο γεγονέναι διὰ τὸ μὴ συνῆχθαι τὰ κτήνη, ὁ Ἰακὼβ ἰδὼν «Ῥαχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ «πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, προσελθὼν αὐτὸς «ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότισεν «τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ», βουλόμεθα ἀμφοτέρους τοὺς λίθους ἀλλήλοις συνεξετάσαι, ἵνα τὸ εὔλογον κατα νοήσωμεν τοῦ ἐνθάδε μὲν μὴ αὐτὸν τὸν Ἰησοῦν ἠρκέναι τὸν λίθον ἀπὸ τοῦ σπηλαίου, ἀλλ' εἰρηκέναι· «Ἄρατε τὸν λίθον», ἐν δὲ τῇ Γε νέσει αὐτὸν τὸν Ἰακὼβ ἀποκεκυλικέναι τὸν λίθον ἀπὸ τοῦ στόματος 28.2.8 τοῦ φρέατος. καὶ πρόσχες εἰ δυνάμεθα λέγειν ὅτι τοῦ μὲν ἐπὶ τῷ σπηλαίῳ λίθου, ἐπεὶ τὸ σπήλαιον μνημεῖον ἦν, οὐκ ἐχρῆν αὐτὸν ἅψασθαι τὸν Ἰησοῦν, ἀλλὰ προστάξαι μόνον τοῖς ἐπιτηδείοις πρὸς τὸ ἔργον ἆραι τὸν λίθον, τοῦ δὲ ἐπικειμένου τῷ στόματι τοῦ φρέατος καὶ ἐμποδίζοντος τοῦ πίνειν τὰ πρόβατα, ἀφ' ὧν ἔμελλεν γενέσθαι τὰ ἐπίσημα καὶ ἡ μερὶς τοῦ Ἰακώβ, αὐτὸν ἔδει λαβέσθαι τὸν Ἰακώβ, καὶ προσελθόντα τῷ λίθῳ ἀποκυλίσαι αὐτὸν ἀπὸ τοῦ στόματος τοῦ φρέατος, ἵνα ποτισθῇ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς 28.2.9 αὐτοῦ. καὶ ἔδει γε ἐπὶ μὲν τοῦ φρέατος αὐτὸν προσελθεῖν τὸν Ιακώβ, 28.2.10 ἔξω δὲ τοῦ σπηλαίου στῆναι