51
τειχήρη πεποιημένος ξυνῴκισεν· ἔνθα δὴ καὶ βαλανεῖα καὶ ξενῶνας ᾠκοδομήσατο, οἰκία τε παμπληθῆ καὶ ὅσα ἄλλα πέφυκεν ἐπιφανῆ ἐνδείκνυσθαι πόλιν. 4.10.22 ἀλλὰ καὶ τὴν Καλλίπολιν καλουμένην βεβαιότατα ἐτειχίσατο, ἐλπίδι τῶν μακρῶν τειχῶν ἀτείχιστον ἀπολελειμ4.10.23 μένην τοῖς πρόσθεν ἀνθρώποις. οὗ δὴ καὶ σιτῶνάς τε καὶ οἰνῶνας ἐδείματο δαπάνῃ τῇ πάσῃ τῶν ἐπὶ Χερρονήσου στρατιωτῶν ἱκανῶς ἔχοντας. 4.10.24 Ἔστι δέ τις Ἀβύδου καταντικρὺ πόλις ἀρχαία, Σηστὸς ὄνομα, καὶ αὐτὴ τὰ πρότερα παρέργως κειμένη, ὀχύρωμά 4.10.25 τε οὐδὲν ἔχουσα. λόφος δὲ αὐτῇ τις ἰσχυρῶς ἀπότομος ἐπανέστηκεν· ἵνα δὴ φρούριον ἐδείματο ἀπρόσβατον 4.10.26 ὅλως, ἑλεῖν τε, εἴ τις ἐγχειροίη, ἀμήχανον. Σηστοῦ δὲ οὐ μακρὰν ἄποθεν τὴν Ἐλαιοῦντα ξυμβαίνει εἶναι. πέτρα τε τῆς θαλάσσης ἀπορραγεῖσα ἐνταῦθα ἀνέχει, ἄκραν 4.10.27 οὐρανομήκη ἐξαίρουσα τειχήρη φύσιν. φρούριον οὖν καὶ τῇδε ὁ βασιλεὺς οὗτος ἐδείματο, δυσπάριτόν τε καὶ 4.10.28 τοῖς προσιοῦσι παντελῶς ἄμαχον. ἀλλὰ καὶ τὸ ἐν Θεσκῷ φρούριον ἐπὶ θάτερα τοῦ μακροῦ τείχους ἱδρύσατο, περιβόλῳ κρατυνάμενος ἐχυρῷ μάλιστα· ταύτῃ τε τοῖς Χερρονησιώταις τὴν ἀσφάλειαν πανταχόθεν αὐτὸς προσεποίησε. 4.11.1 Μετὰ δὲ Χερρόνησον Αἶνος οἰκεῖται πόλις, ἐπὶ τοῦ οἰκιστοῦ τῆς προσηγορίας ὠνομασμένη. Αἰνείας γὰρ 4.11.2 ἦν, ὥσπερ λέγουσιν, ὁ τοῦ Ἀγχίσου. ταύτης ὁ περίβολος εὐάλωτός τε ἦν τῷ χθαμαλὸς εἶναι· οὐδὲ ὅσον γὰρ ἐς τὸ 4.11.3 ἀναγκαῖον ἀνεῖχεν ὕψος· καὶ ἀναπεπταμένην τινὰ εἴσοδον κατὰ τῆς θαλάσσης τὸ γειτόνημα εἶχεν, ἀμηγέπη ἐπι4.11.4 ψαύοντος αὐτοῦ τοῦ ῥοθίου. ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς ἀνέστησε μὲν αὐτὸν ἐς ὕψος, μὴ ὅτι ἁλῶναι, ἀλλὰ 4.11.5 καὶ ἀποπειρᾶσθαι ἀμήχανον. ἐπεξαγαγὼν δὲ καὶ πανταχόσε φραξάμενος ἀνάλωτον Αἶνον παντάπασι κατεστή4.11.6 σατο. καὶ ταύτῃ μὲν ἡ πόλις ἐν τῷ ἀσφαλεῖ ἐγεγόνει· ἔμεινε δὲ τοῖς βαρβάροις ἡ χώρα καταθεῖν εὐπετής· ἐπεὶ 4.11.7 Ῥοδόπη ὀχυρωμάτων ἐκ παλαιοῦ ὑπεσπάνιζεν. ἦν δέ τις κώμη ἐν τῇ μεσογείᾳ, Βέλλουρος ὄνομα, πλούτου μὲν δυνάμει καὶ πολυανθρωπίᾳ ἴσα καὶ πόλις, τῷ μέντοι τειχήρης οὐδαμῆ εἶναι ληϊζομένοις διηνεκὲς ἐπαρκοῦσα βαρβάροις, ἀγροῖς τε τοῖς ἀμφ' αὐτὴν κειμένοις πολλοῖς 4.11.8 γε οὖσι ταὐτὸ πάσχουσα. καὶ αὐτὴν δὲ ὁ βασιλεὺς οὗτος πολίζει τε καὶ ἀποτειχίζει, καὶ αὐτοῦ ἐπαξίαν τίθεται 4.11.9 εἶναι. καὶ μὴν καὶ ἄλλων τῶν ἐπὶ Ῥοδόπης πόλεων ὅσα δὴ ἐνδεῖν ἢ καταπεπονηκέναι ξυνηνέχθη τῷ χρόνῳ σπουδῇ 4.11.10 τῇ πάσῃ ἀνέστησεν. ἐν αἷς Τραϊανούπολίς τε καὶ Μαξιμιανούπολίς εἰσιν, ὧνπερ ἐπηνώρθωσε τὰ ἐν τοῖς προβόλοις σαθρὰ γεγονότα. ταῦτα μὲν οὖν τῇδε πεποίηται. 4.11.11 Ἀναστασιούπολις δὲ ἡ τῇδε οὖσα τειχήρης μὲν καὶ πρότερον ἦν, ἐν δὲ τῇ παραλίᾳ κειμένη ἀφύλακτον εἶχε τὴν ταύτῃ ἠϊόνα. τὰ πλοῖα πολλάκις ἀμέλει ἐνταῦθα καταίροντα ὑποχείρια βαρβάροις Οὔννοις ἐξαπιναίως γεγένηται· ὥστε καὶ τὰς νήσους ἐνθένδε τὰς τῇ χώρᾳ 4.11.12 ἐπικειμένας ἠνώχλησαν. Ἰουστινιανὸς δὲ βασιλεὺς διατειχίσματι τὴν παραλίαν περιβαλὼν ὅλην, ταῖς τε ναυσὶ 4.11.13 καὶ τοῖς νησιώταις τὴν ἀσφάλειαν ἀνεσώσατο. ἀλλὰ καὶ τὸν τοῦ ὕδατος ὀχετὸν ἐκ τῶν ὀρῶν, ἃ ταύτῃ ἀνέχει, 4.11.14 μέχρι ἐς τὴν πόλιν ἐς ὑπέρογκον ἀνέστησεν ὕψος. ἔστι δέ τις ἐν Ῥοδόπῃ πόλις ἀρχαία, Τόπερος ὄνομα, ἣ ποταμοῦ μὲν ῥεῖθρα περιβάλλεται ἐκ τοῦ ἐπὶ πλεῖστον, λόφον δὲ αὐτῇ ἐπανεστηκότα ὄρθιον εἶχεν. ἀφ' οὗ δὴ οὐ πολλῷ 4.11.15 ἔμπροσθεν Σκλαβηνοῖς βαρβάροις ἑάλω. ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς μέγα τῷ περιβόλῳ ὕψος ἐντέθεικεν· ὥστε ὑπεραίρει τοσούτῳ τὸν λόφον, ὅσῳ δὴ αὐτοῦ καταδε4.11.16 έστερος τὰ πρότερα ἦν. καὶ στοὰν μὲν ἐπανέστησεν ἐν θολωτῷ τείχει, ὅθεν δὴ τοῖς τειχομαχοῦσιν οἱ τῆς πόλεως ἀμυνόμενοι ἐκ τοῦ ἀσφαλοῦς διαμάχονται, τῶν δὲ πύργων ἕκαστον φρούριον ἐρυμνὸν ἐσκευάσατο εἶναι. 4.11.17 ἀλλὰ καὶ τὰ ἐκ τοῦ περιβόλου μέχρι ἐς τὸν ποταμὸν διατειχίσματι περιβαλὼν ἐκρατύνατο. ταῦτα μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ τῇδε πεποίηται. 4.11.18 Καὶ ὅσα δὲ αὐτῷ ὀχυρώματα εἴργασται ἀμφί τε τὴν ἄλλην Θρᾴκην καὶ τὴν νῦν καλουμένην Αἱμίμοντον, ἐγὼ 4.11.19 δηλώσω. πρῶτα μὲν