1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

51

νεώς, καὶ τῶν θείων μυστηρίων μεταλαχεῖν οὐ τοῖς μὲν ὁ νόμος ἐπιτρέπει, τὰς δὲ κωλύει, ἀλλὰ καὶ ταύτας τελεῖσθαι καὶ μυστα γωγεῖσθαι παραπλησίως ἐκείνοις παρακελεύεται, καὶ μέντοι καὶ τῆς ἀρετῆς τὰ ἆθλα καὶ ταύταις πρόκειται ὡς ἐκείνοις, ἐπειδὴ 5.58 τῆς ἀρετῆς οἱ ἀγῶνες κοινοί. Οὐ μὴν οὐδὲ τῶν γλωττῶν τὸ διά φορον τῇ φύσει λυμαίνεται· καὶ γὰρ καὶ ἐν Ἕλλησι καὶ ἐν βαρβά ροις ἔστιν ἰδεῖν καὶ ἀρετῆς φροντιστὰς καὶ κακίας ἐργάτας. Τῷδε μέντοι καὶ Ἕλληνες ξυμφωνοῦσι τῷ λόγῳ. Καὶ γὰρ Ἀνάχαρσιν θαυμάζουσιν, ἄνδρα Σκύθην, οὐκ Ἀθηναῖον οὐδὲ Ἀργεῖον οὐδέ γε Κορίνθιον οὐδὲ Τεγεάτην ἢ Σπαρτιάτην, καὶ τοὺς Βραχμᾶνας ὑπεράγανται, Ἰνδοὺς ὄντας, οὐ ∆ωριέας οὐδὲ Αἰολέας οὐδέ γε Ἴωνας· ἐπαινοῦσι δὲ καὶ Αἰγυπτίους ὡς σοφωτάτους· πολλὰς 5.59 γάρ τοι καὶ παρὰ τούτων ἔμαθον ἐπιστήμας. Οὔκουν ἡ τῶν γλωττῶν ἑτερότης πημαίνει τὴν φύσιν. Καὶ γὰρ τοὺς Ἱππη μολγοὺς δικαιοτάτους ἐκάλεσεν Ὅμηρος· Θρᾳκικὸν δὲ τοῦτο τὸ γένος· καὶ Κῦρον τὸν Καμβύσου, Πέρσην ὄντα πατρόθεν καὶ Μῆδον μητρόθεν, ἐπὶ φρονήσει καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ 5.60 ἀνδρείᾳ Ξενοφῶν ὁ Γρύλλου τεθαύμακεν. Τοιγάρτοι ξυνομολο γοῦσι καὶ οἱ Ἕλληνες, καὶ παρὰ τοῖς βαρβάροις εἶναί τινα ἐπι μέλειαν ἀρετῆς, καὶ μὴ κωλύειν τήνδε τὴν κτῆσιν τῆς φωνῆς τὸ διάφορον. Καὶ γὰρ ἅπαντες τῆς ἀληθείας οἱ κήρυκες, προφῆταί φημι καὶ ἀπόστολοι, τῆς μὲν Ἑλληνικῆς οὐ μετέλαχον εὐγλωτ τίας, ἔμπλεοι δὲ τῆς ἀληθινῆς ὄντες σοφίας, πᾶσι τοῖς ἔθνεσι, καὶ Ἑλληνικοῖς καὶ βαρβαρικοῖς, τὴν θείαν διδασκαλίαν προσ ήνεγκαν καὶ πᾶσαν γῆν καὶ θάλατταν τῶν ἀρετῆς πέρι καὶ εὐσεβείας 5.61 ξυγγραμμάτων ἐνέπλησαν. Καὶ νῦν ἅπαντες τῶν φιλοσόφων τοὺς λήρους καταλιπόντες τοῖς τῶν ἁλιέων καὶ τελωνῶν ἐντρυφῶσι μαθήμασι καὶ τὰ τοῦ σκυτοτόμου ξυγγράμματα περιέπουσι· καὶ τῆς μὲν Ἰταλικῆς καὶ Ἰωνικῆς καὶ Ἐλεατικῆς ξυμμορίαςοὐδὲ τὰς προσηγορίας ἐπίστανται-ἐξήλειψε γὰρ αὐτῶν ὁ χρό νος τὴν μνήμην-τῶν δέ γε προφητῶν, πλείοσιν ἢ χιλίοις καὶ πεντακοσίοις ἔτεσι τούτων πρόσθεν γεγενημένων, τὰς προσηγο 5.62 ρίας ἐν τῷ στόματι περιφέρουσιν. Καὶ μέντοι καὶ τοὺς ἔτι τού των παλαιοτέρους, τὸν Ἁβραάμ φημι καὶ τοὺς τούτου παῖδας, καὶ τοὺς ἐκείνων ἀρχαιοτέρους, τὸν Ἄβελ, τὸν Ἐνώχ, τὸν Νῶε καὶ τοὺς ἄλλους, ὅσους ἀριδήλους ὁ ἀξιέπαινος ἀπέφηνε βίος· τῶν δὲ μετὰ τοὺς προφήτας γεγενημένων ἑπτὰ σοφῶν καὶ τῶν ἐκείνους διαδεξαμένων οὐδὲ οἱ τὴν Ἑλληνικὴν ἀσπαζόμενοι 5.63 γλῶτταν ἴσασι τὰ ὀνόματα. Καὶ τί λέγω τοὺς νῦν; καὶ γὰρ τοῖς πάλαι πολλὴ περὶ τούτων ἀμφιλογία γεγένηται. Οἱ μὲν γὰρ τού τοις Περίανδρον ξυντάττουσι τὸν Κορίνθιον, οἱ δὲ Ἐπιμενίδην τὸν Κρῆτα, οἱ δὲ Ἀκουσίλαον τὸν Ἀργεῖον, οἱ δὲ Ἀνάχαρσιντὸν Σκύθην, ἄλλοι δὲ Φερεκύδην τὸν Σύριον, ὁ δέ γε Πλάτων 5.64 Μύσωνα τὸν Χηνέα. Τούτους μὲν οὖν καὶ οἱ πέλας ὄντες ἠγνοή κασι· τὸν δὲ Ματθαῖον καὶ τὸν Βαρθολομαῖον καὶ τὸν Ἰάκωβον, καὶ μέντοι καὶ τὸν Μωϋσέα καὶ τὸν ∆αυὶδ καὶ τὸν Ἡσαΐαν καὶ τοὺς ἄλλους ἀποστόλους τε καὶ προφήτας οὕτως ἴσασιν ὡς τὰς τῶν παίδων προσηγορίας. Αὐτίκα τοίνυν καὶ κωμῳδοῦσιν ὡς βάρβαρα τὰ ὀνόματα· ἡμεῖς δὲ αὐτῶν τὴν ἐμπληξίαν ὀλοφυρόμεθα, ὅτι δὴ ὁρῶντες βαρβαροφώνους ἀνθρώπους τὴν Ἑλληνικὴν εὐγλωττίαν νενικηκότας, καὶ τοὺς κεκομψευμένους μύθους παν τελῶς ἐξεληλαμένους, καὶ τοὺς ἁλιευτικοὺς σολοικισμοὺς τοὺς Ἀττικοὺς καταλελυκότας ξυλλογισμούς, οὐκ ἐρυθριῶσιν οὐδ' ἐγκαλύπτονται, ἀλλ' ἀνέδην ὑπερμαχοῦσι τῆς πλάνης, καὶ ταῦτα ὀλίγοι ὄντες καὶ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενοι καὶ οὐδὲ τῆς Ἑλληνικῆς εὐστομίας μετέχοντες, ἀλλὰ τοσαῦτα, ὡς ἔπος εἰπεῖν, βαρβαρίζοντες ὅσα φθέγγονται, παίδευσιν δὲ ἄκραν καὶ λαμπρότητα λόγων ὑπολαμβάνοντες, εἰ ὀμνύντες εἴποιεν "Μὰ τοὺς θεούς" καὶ "Μὰ τὸν ἥλιον", καὶ τοιούτους τινὰς τοῖς 5.65 λόγοις ἐπιπλάττοιεν ὅρκους. Εἰ δὲ οὐκ ἀληθῆ λέγω, εἴπατε, ὦ ἄνδρες, τίνα Ξενοφάνης ὁ Κολοφώνιος ἔσχε διάδοχον τῆς αἱρέ σεως; τίνα δὲ Παρμενίδης ὁ Ἐλεάτης; τίνα Πρωταγόρας καὶ Μέλισσος; τίνα Πυθαγόρας ἢ Ἀναξαγόρας; τίνα