51
καταλίπωμεν ἀνερμήνευτον, εἰδέναι χρὴ ὡς τὴν δεσποτικὴν ἀνάστασιν προσημαίνει, μεθ' ἣν πᾶσα γῆ καὶ θάλασσα τὰς τῆς θεογνωσίας ἀκτῖ νας ἐδέξατο· οὕτω δὲ καὶ ὁ ψαλμὸς προαγορεύει, καὶ πρὸς τούτῳ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ ∆εσπό του. "Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς· ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ." Ἐπειδὴ γὰρ ὑπελάμβανον Ἰουδαῖοι μόνης αὐτὸν δεσπόζειν τῆς Παλαιστίνης, καὶ μόνων αὐτῶν προ μηθεῖσθαι, μόνων αὐτῶν ὄντα Θεὸν, εἰκότως ὁ προφητικὸς διδάσκει λόγος, ὅτι πάσης δεσπόζει τῆς οἰκουμένης. ∆εσπόζει δὲ αὐτῆς, οὐχ ἁρπάσας τὴν ἐξουσίαν, οὐδὲ ἄλλον τινὰ τῆς δεσποτείας στερήσας· ἀλλ' αὐτὸς αὐτὴν δημιουργήσας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών. βʹ. "Αὐτὸς γὰρ ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν." ∆ιὰ τούτων δὲ, οὐ μόνον τὴν δημιουργίαν, ἀλλὰ καὶ τὴν πρόνοιαν δείκνυσι· φύσει γὰρ ἡ γῆ οὖσα ξηρὰ, ἀναλογοῦ σαν νοτίδα δεδώρηται, ἔξωθεν μὲν καὶ διὰ μέσου τοῖς μεγίστοις αὐτὴν συνάψας πελάγεσι, ποταμοὺς δὲ ὅτι μάλιστα πλείστους, καὶ μεγίστους, καὶ μέντοι καὶ πηγὰς, ἐν μέσαις ταῖς ἠπείροις, τοὺς μὲν διατρέχειν ἀεὶ, τὰς δὲ ἀναβλυστάνειν παρασκευά σας. Οὕτω καὶ τοῦ Θεοῦ τὴν δεσποτείαν ὑποδείξας, καὶ τῶν ἐθνῶν τὴν ἐπίγνωσιν προθεσπίσας, τὴν περὶ τῆς ἀρετῆς προσφέρει παραίνεσιν, εἰς ἐρώτησιν καὶ ἀπόκρισιν πάλιν σχηματίσας τὸν λόγον. γʹ. "Τίς (γὰρ, φησὶν,) ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐ τοῦ;" Ὄρος δὲ ἐνταῦθα, οὐ τὸ ἐπίγειον λέγει τὸ τῆς Σιὼν, ἀλλὰ τὸ ἐπουράνιον, ὅπερ ὁ μακάριος ὑπέδειξε Παῦλος· "Προσεληλύθατε, λέγων, Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρα νίῳ." Ἐπειδὴ γὰρ προεδίδαξεν, ὅτι ποιητής ἐστι καὶ δημιουργὸς ὁ τῶν ὅλων Θεὸς, εἰκότως τὴν πρὸς αὐτὸν φέρουσαν ὁδὸν δείκνυσι, καὶ ποιεῖται τὴν ἀπόκρισιν πρὸς τὴν ἐρώτησιν. δʹ. "Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ· ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὑτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὑτοῦ." Προσήκει, φησὶ, τὸν εἰς ἐκεῖνο τὸ ὄρος ἀναβῆναι ποθοῦντα, καὶ 80.1032 λογισμῶν ἀτόπων τὴν ψυχὴν, καθαρεύειν, καὶ πρά ξεων τοιουτοτρόπων ἐλευθέρας ἔχειν τὰς χεῖρας. Τὰς γὰρ δὴ χεῖρας, ἀντὶ πράξεων τέθεικε· διὰ δὲ τῆς καρδίας, τὰς ἐνθυμήσεις ᾐνίξατο. Τῇ μὲν γὰρ βουλευόμεθα, ταῖς δὲ πράττομεν. Προσήκει δὲ, φησὶ, τὸν τοιοῦτον μηδενὸς τῶν ῥεόντων καὶ φθει ρομένων ἐφίεσθαι· ταῦτα γὰρ ἐκάλεσε μάταια· οὕτω γὰρ αὐτὰ καὶ ὁ Ἐκκλησιαστὴς ὀνομάζει, "Ματαιότης, λέγων, ματαιοτήτων, τὰ πάντα ματαιό της." Καὶ ἐπειδὴ καὶ δόλος καὶ παράβασις ὅρκων τῇ φιλοχρηματίᾳ συνέζευκται, εἰκότως καὶ ταῦτα μετ' ἐκείνης ἀπαγορεύει· "Καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὑτοῦ." Εἶτα δείκνυσι τὸν τῶν κατορθωμάτων τούτων καρπόν. εʹ. "Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὑτοῦ." Κομιδῆ δὲ προσφυῶς τὴν ἐλεημοσύνην τῇ εὐλογίᾳ συνέζευ ξε. Καὶ γὰρ αἱ νομιζόμεναι ἀντιδόσεις διὰ μόνην τὴν θείαν φιλανθρωπίαν τοῖς ἀνθρώποις παρ έχοντα. Πᾶσαι γὰρ τῶν ἀνθρώπων αἱ δικαιοσύναι, οὐδὲν πρὸς τὰς ἤδη δεδομένας ὑπὸ τοῦ Θεοῦ δωρεὰς ἀποχρῶσι, μήπου γε δὴ πρὸς τὰς ἐσομέ νας, αἳ καὶ λογισμὸν ἀνθρώπινον ὑπερβαίνουσιν. ʹ. Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούν των τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ." Οἱ κατὰ ταύτας, φησὶ, τὰς ὑποθήκας βιοῦν προαιρούμενοι, τῷ ὄντι ποθοῦσι τῆς ἀρετῆς τὸν νομοθέτην ἰδεῖν, ὃς πάλαι ποτὲ καὶ τὸν μέγαν Ἰακὼβ τῆς οἰκείας ἐπι φανείας ἠξίωσεν. Ἐν μὲν οὖν τῷ ἑνδεκάτῳ ψαλμῷ περὶ γενεᾶς ἑτέρας [ὁ Προφήτης διαλε γόμενος] πάσῃ κακίᾳ καὶ πονηρίᾳ συζώσης ἠντιβό λει τὸν Θεὸν λέγων· "Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα." Ἐνταῦθα δὲ τἀναντία θεσπίζει· "Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον." Μετὰ γὰρ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, πᾶσα ἡ γῆ καὶ θάλασσα τῷ θείῳ πεισθεῖσα κηρύγμα τι, κατέλιπε μὲν τοὺς πατρῴους θεοὺς, τοῦ δὲ Ἰα κὼβ ἐπιζητεῖ τὸν Θεόν. Οὕτω προαγορεύσας τῆς οἰκουμένης τὴν σωτηρίαν, διδάσκει λοιπὸν τοὺς τῇ πίστει