51
καὶ πάντων σχεδὸν κανόνων καθυβρίσεως, τοσοῦτον ἡμῖν τοῖς ταπεινοῖς ἐπικίνδυνον, καθυφοῦσί τι τοῦ πρέποντος. πῶς δ' ἂν εἴη οἰκονομία ἐν τοῖς συλλειτουργοῦσι τῷ μοιχοζεύκτῃ καὶ προάρξασι τῆς μοιχοκυρώτου συνόδου, ὡς ὁ θεῖος ἔφη Βασίλειος; φησὶ γὰρ πολλάκις καὶ τοὺς τοῖς ἀνυποτάκτοις συναπελθόντας, ἐπὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν ἀποδέχεσθαι τάξιν, ἀλλ' οὐ παρ' ἡμῶν, εἴπερ ποτὲ καὶ μεταγνοῖεν, παρὰ δὲ τῶν ἰσοστασίων, ὡς ὁ θεῖος ἔφη ∆ιονύσιος. Τὰ πλεῖστα ἀφίημι τῇ συνέσει σου, ἱερῶς ἰσχυούσῃ ἐποπτεύειν τὰ ἡμῖν λανθάνοντα. δόξα θεῷ ἐπὶ τῇ τῶν ἀδελφῶν ἀπολύσει, εἴπερ ἀληθές, δόξα θεῷ καὶ περὶ τῆς θεοσδότου σου, ἀδελφέ μου, καρτερίας ἐν τοῖς τῶν αὐτόθι σκληροῖς καὶ ἀπεριτμήτοις τῷ πνεύματι κεντήμασιν. χαρίζου μοι τὴν εἰσαεὶ ὑπόμνησιν, νηφαλεοῦσάν με τὸν νυστάζοντα, εἶτα καὶ τὴν ἱερὰν προσευχὴν πάνυ πάντων, τοῦ δὲ πατρὸς ἡμῶν καὶ σοῦ διαφερόντως χρῄζοντι. μεμάθηκα πεποιηκέναι σε χάριτι Χριστοῦ πόνημά τι, καί, εἰ κελεύεις, ἀναγνώσαιμι αὐτὸ ἐπ' ὠφελείᾳ. 38 {1Ἀρσενίῳ τέκνῳ}1 Ἡλίκον ἐχάρην καὶ τανῦν ἀναγνούς σου τὰ γράμματα, τέκνον ποθεινότατον, οὐ τοσοῦτον ἐν τῇ ἀνεῳχθείσῃ σοι μᾶλλον θύρᾳ τῆς πρὸς ἀδελφοὺς συντυχίας, εἰ καὶ αὐτὴ εὐκταία, ὅσον ἐπὶ τῇ τῆς γλώττης ἐν χάριτι θεοῦ, δι' ἧς κλείεις τὰ ἀπύλωτα στόματα τῶν αἱρετιζόντων. προσθείη σοι τοιγαροῦν ἔτι Κύριος λόγον γνώσεώς τε καὶ σοφίας διακατελέγχειν τοὺς τῆς ἀσεβείας προασπιστάς, ὡς ἂν ἕξει σοι εὖ μάλα τῷ θείῳ ∆αυὶδ συμψάλλειν, τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. καθ' ὧν λυττήσαντες οἱ μοιχειανίζοντες ἐκεῖνό πως τὸ γραφικὸν αὐτοῖς ἔργοις φθέγγονται, ἀπόστα ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· εἰ γὰρ ᾔδεισαν, οὐκ ἂν παρέβησαν τὰ τοῦ Κυρίου ἐντάλματα, οὐκ ἂν παραβάντες οἰκονομίαν σωτήριον τῇ ἐκκλησίᾳ Χριστοῦ τὰς παραβάσεις συνοδικῶς ἐδογμάτιζον ὑπ' ἀναθέματι τῶν ταύτας μὴ οὕτω προσιεμένων. ὅπερ ἀσεβὲς δόγμα τοσοῦτόν ἐστιν, ὡς μὴ μόνον τὸ ἱερὸν εὐαγγέλιον ἀνατρέπειν, κατὰ τὸ ἐκ μέρους φύσιν ἔχειν τὸ ὅλον ἀνατρέπεσθαι, ἀλλὰ καὶ αὐτὴν τὴν Χριστοῦ οἰκονομίαν ἀναιρεῖν· αἰρετικὰ γὰρ ἀλλήλων τἀναντία. ὅτι δὲ ἐναντία ἡ μοιχοζευξία, δογματισθεῖσα σωτήριος οἰκονομία, τῇ θείᾳ καὶ ἐπ' ἀναιρέσει τῆς ἁμαρτίας οἰκονομίᾳ, παντί που δῆλον. ἀλλὰ μὲν οὖν καὶ ἑτέρων ἀσεβημάτων ἐστὶν ἐπίμεστος ἡ μοιχοσύνοδος, ἅ, εἰ περιτύχοις πάλιν ἰδεῖν τὸν ἀδελφὸν Εὐπρεπιανόν, ὑποδείξειέ σοι. Ἔρρωσο καὶ εὐσθένει, τέκνον, ἀμφοτέρωθεν, τοὺς βάλλοντας ἀοράτως ἐκβάλλων κράτει πίστεως, φόβου τε θείου καὶ ἀγάπης. ἐπειδὴ γὰρ ἔξωθεν δι' ὧν ἐπεγείρουσιν αἱρέσεων προσβάλλοντες ἀποκρούονται ὑπὸ τοῦ ὀρθοδόξου φρονήματος, ἔνδοθεν ἐπέρχονται οἱ δόλιοι, συλῆσαι τὸν τῆς ψυχῆς θησαυρὸν τεχναζόμενοι. ὧν λυτρωθείημεν τῆς θήρας, χεῖρας πρὸς θεὸν αἴροντες συνεργίᾳ τῶν τοῦ κοινοῦ πατρὸς ἡμῶν προσευχῶν καὶ πάντων τῶν εὐσεβούντων, ἐγώ τε καὶ σὺ καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν. Ὁ τοῦ Αὐλητοῦ καθηγούμενος αὐλεῖ, ἀλλὰ ἄσημα καὶ οὐ τῷ Πνεύματι τῷ Ἁγίῳ εὔρυθμα, καὶ τὸ λέγειν αὐτὸν ἀφορᾶν ἐν Ῥώμῃἀσθενείας λόγου καὶ πρὸς τὸ παρὸν ψευδαπολογίας καταφύγιον. καὶ τὸ φάναι αὐτὸν περὶ Σάβα τε καὶ Θεοκτίστου, τῶν εὐλαβεστάτων μοναχῶν, τοῦτο κἀκεῖνο καὶ ὡς ἡ Ῥώμη τὸ καὶ τό, οὐκ ἀληθές. οἱ μὲν γὰρ ἕνεκεν τοῦ μὴ προσδεχθῆναι τοὺς ἐκ τῆς εἰκονομαχικῆς αἱρέσεως ὑποστρέφοντας ἐπισκόπους εἰς τοὺς οἰκείους βαθμοὺς (καὶ οὐ πάντας, ἀλλὰ τοὺς ἐξόχους καὶ πρωτάρχους τῆς αἱρέσεως, κατὰ τὸν λόγον τοῦ Ἁγίου Ἀθανασίου) ἐνίσταντο, ὅπερ οὐκ ἀπεικότως. ἀλλ' ἐπεὶ ἡ τηνικαῦτα σύνοδος κέκρικεν ὅλους εἰσδέξασθαι, ἔχουσα τὴν τετάρτην ἁγίαν σύνοδον παράδειγμα, συνῆλθον· οὐ γὰρ ἦν τῶν ἀναγκαίων τι παραβαινόμενον. Περὶ δὲ τῶν Σιμωνιανῶν, τηνικαῦτα μὲν παρεκαλύφθη, ὡς μετὰ τὴν σύνοδον ἐκζητηθησομένου τοῦ κεφαλαίου. ἐπεὶ δὲ ἐζητήθη, ἕλκεται Ταράσιος τὸ πρῶτον μὲν εἰς ἐπιτίμιον ἐνιαυσιαῖον ἢ καὶ πλέον (ὢ τοῦ τολμήματος) σύν τισι