51
Μαρκιανῷ αἰτῶν τὰ τολμηθέντα παρὰ ∆ιοσκόρου καὶ Εὐτυχοῦς ἐν Ἐφέσῳ εἰς τὸν ἅγιον Φλαβιανὸν ζητηθῆναι ἐπὶ οἰκουμενικῆς συνόδου· καὶ ἐκέλευσεν ὁ βασιλεὺς συναχθῆναι πάντας τοὺς ἐπισκόπους. βʹ. ιζʹ. ιʹ. γʹ. ιδʹ. εʹ. γʹ. Τούτῳ τῷ ἔτει ἡ ἐν Χαλκηδόνι ἁγία τετάρτη γέγονε σύνοδος μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνι εʹ μετὰ ἐνιαυτὸν καὶ μῆνας δύο τῆς ἀναγορεύσεως Μαρκιανοῦ· πάντων δὲ τῶν ἐπισκόπων συνελθόντων ἐν τῷ μαρτυρίῳ τῆς ἁγίας Εὐφημίας καὶ τῆς συγκλήτου, καὶ γυμνασθέντων τὰ ἐπὶ τῆς πρώτης ἰνδικτιῶνος κατὰ Εὐτυχοῦς πραχθέντα καὶ τὰ ἐν Ἐφέσῳ ὑπὸ ∆ιοσκόρου νεωτερισθέντα, ἐγκαλούμενος ὁ ∆ιόσκορος περὶ τούτων ἐπὶ τὴν ἄγνοιαν τῶν πεπραγμένων καταφεύγει καὶ μὴ δυνηθεὶς ἐκφυγεῖν τὸν ἐν τοῖς πραχθεῖσιν ἔλεγχον ἠπορεῖτο, 106 καὶ ἡ ἀλήθεια παρεγυμνοῦτο. τότε μὴ ἔχων ἀπολογίαν κατῃσχύνθη. οἱ δὲ συνεδρεύσαντες αὐτῷ ἐν τῇ λῃστρικῇ συνόδῳ ἤλεγχον αὐτῷ τὴν βίαν καὶ τὴν ἀνάγκην, ἣν ὑπέμειναν παρ' αὐτοῦ, καὶ συγγνώμην τῇ συνόδῳ αἰτήσαντες ἐδέχθησαν· ὧν εἷς ὑπῆρχε καὶ Ἰουβενάλιος, ὁ Ἱεροσολύμων ἐπίσκοπος. ἀπορήσας δὲ ὁ ∆ιόσκορος καὶ μὴ ἔχων ἀπολογίαν οὐκέτι ἐτόλμησεν ἐμφανισθῆναι τῇ συνόδῳ. τότε ἡ σύνοδος, συμπαρόντος καὶ τοῦ βασιλέως Μαρκιανοῦ ἅμα τῇ συγκλήτῳ, ἀπεφήναντο κατὰ ∆ιοσκόρου καὶ Εὐτυχοῦς, καὶ τούτους καθεῖλαν. ὁ δὲ βασιλεὺς τὸν μὲν ∆ιόσκορον εἰς Γάγγραν ἐξώρισεν, τὴν δὲ σύνοδον ἐπαινέσας εἶπεν· "χάριν μεγίστην ὁμολογῶ τῷ πάντων ἡμῶν θεῷ, ὅτι ἀναιρεθείσης τῆς διχονοίας, εἰς μίαν καὶ τὴν αὐτὴν ὁμολογίαν πάντες συνεληλύθαμεν." καὶ φιλοφρονήσας τοὺς χλʹ ἁγίους πατέρας ἀπέλυσεν ἕκαστον εἰς τὰ ἴδια ἐν εἰρήνῃ. ἐχειροτονήθη δὲ Προτέριος ἀντὶ ∆ιοσκόρου ἐπίσκοπος Ἀλεξανδρείας. Κόσμου ἔτη εϠμεʹ. Τῆς θείας σαρκώσεως ἔτη υμεʹ. Ῥωμαίων βασιλεὺς Μαρκιανὸς ἔτη ϛʹ. γʹ. Περσῶν βασιλεὺς Περόζης ἔτη κδʹ. αʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη καʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Ἀνατόλιος ἔτη θʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰουβενάλιος ἔτη ληʹ. ιεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Προτέριος ἔτη ϛʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Μάξιμος ἔτη δʹ. δʹ. Τούτῳ τῷ ἔτει Πουλχερία ἡ μακαρία καὶ εὐσεβὴς ἐκοιμήθη ἐν κυρίῳ πολλὰ ποιήσασα κατορθώματα καὶ πάντα τὰ ἑαυτῆς πτωχοῖς καταλείψασα· ἅπερ Μαρκιανὸς πλεῖστα ὄντα προθύμως διέδωκεν. ἔκτισε δὲ ἡ αὐτὴ πολλοὺς εὐκτηρίους οἴκους καὶ πτωχεῖα καὶ ξενῶνας καὶ ξενοτάφια, ἐν οἷς καὶ τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Λαυρεντίου. τοῦ δὲ ∆ιοσκόρου ἐξορισθέντος καὶ Προτερίου προβληθέντος, οἱ σύμφρονες ∆ιοσκόρου καὶ Εὐτυχοῦς στάσιν μεγίστην ἐποίησαν ἀπειλήσαντες κωλύειν καὶ τὴν σιτοπομπίαν. Μαρκιανὸς δὲ μαθὼν ἐκέλευσεν οὐκ εἰς Ἀλεξάνδρειαν, ἀλλ' εἰς τὸ Πηλούσιον τὸν σῖτον τῆς 107 Αἰγύπτου κατάγεσθαι διὰ τοῦ Νείλου, καὶ οὕτως εἰς τὴν βασιλίδα πλωΐζεσθαι. ὅθεν Ἀλεξανδρεῖς λιμώξαντες Προτέριον ᾔτησαν δεηθῆναι περὶ αὐτῶν τοῦ βασιλέως, καὶ οὕτω τῆς ἀταξίας ἐπαύσαντο. Τούτῳ τῷ ἔτει ἐκτίσθη τὸ ∆ιοκλητιανοῦ βαλανεῖον ἐν Ἀλεξανδρείᾳ· καὶ Ἀττίλας ἔκαυσε τὴν Ἀκυλίαν πόλιν. Τῷ δ' αὐτῷ ἔτει Θεοδόσιός τις μοναχός, ἀνὴρ λυμεών, κατελθὼν δρομαῖος μετὰ τὴν ἐν Χαλκηδόνι σύνοδον εἰς Ἱεροσόλυμα καὶ μαθὼν Εὐδοκίαν τὴν αὐγούσταν προσκεῖσθαι ∆ιοσκόρῳ τῷ καθαιρεθέντι ὑπὸ τῆς συνόδου, ἤρξατο καταβοᾷν τῆς συνόδου ὡς τὴν ὀρθὴν διαστρεψάσης πίστιν καὶ συναρπάζει τὴν αὐγούσταν καὶ τοὺς μοναχούς, καὶ ταῖς ἰδίαις μιαιφονίαις χρησάμενος βαρβαρικῷ τρόπῳ τὸν ἀρχιερατικὸν θρόνον ἁρπάζει, καὶ τοὺς τῆς αὐγούστης ἀνθρώπους ὑπουργοὺς ἔχων ἐπισκόπους χειροτονεῖ κατὰ πόλιν, τῶν ἐπισκόπων ἔτι ὄντων ἐν τῇ συνόδῳ. Σευηριανὸν δέ, τὸν ἐπίσκοπον Σκυθοπόλεως, μὴ ὑπαχθέντα τῇ αὐτοῦ κακοδοξίᾳ τῆς πόλεως ἐξαγαγὼν κατασφάττει καὶ ἐγείρει διωγμὸν κατὰ τῶν μὴ κοινωνούντων αὐτῷ, καὶ πολλοὺς μὲν ἐβασάνισεν, ἄλλους δὲ ἐδήμευσε καὶ ἑτέρων τοὺς οἴκους πυρὶ παρέδωκεν, ὥστε νομισθῆναι τὴν πόλιν ὑπὸ